# De Urinis Compendium 1.1-19

Pseudo-Galen, De Urinis Compendium, 1.1 to 1.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-galen/de-urinis-compendium/1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-galen/de-urinis-compendium/1.1

Τῶν οὔρων, ὡς προείρηται, πολλαὶ μὲν κατὰ γένος αἱ διαφοραὶ, πολλαὶ δὲ καὶ εἰδικαί. καὶ πρῶτα μὲν καὶ γενικώτατα δύο χῦμά τε καὶ παρυφιστάμενον. καὶ χῦμα μὲν καλεῖται ἅπαν τὸ οὖρον παρὰ τὸ ἐκκεχύσθαι. παρυφιστάμενον δὲ τὸ ἐν αὐτῷ ἕτερόν τι ἐμφαῖνον. ἐν τούτῳ δὲ τῷ χύματι δύο θεωροῦνται ἐν συγκρίσει διαφοραὶ, σύστασις καὶ χροιά· ἑκάτερον δὲ τούτων εἰς ἕτερα διαιρεῖται καὶ ὑποδιάφορα. ἡ μὲν γὰρ σύστασις εἰς λεπτότητα καὶ παχύτητα καὶ τὸ ἐξ ἀμφοτέρων σύμμετρον ὅπερ κατὰ φύσιν ὑπάρχει. τὸ δὲ λεπτὸν καὶ παχὺ τέμνονται διχῆ, ἢ γὰρ ἐξουρεῖται λεπτὸν καὶ μένει λεπτὸν, ἢ ἀναθολοῦται καὶ γίνεται παχύ· καὶ τὸ ἀνάπαλιν καὶ οὐρεῖται παχὺ καὶ μένει παχὺ καὶ ὕστερον ἀποκαθίσταται· καὶ τὸ μὲν οὐρούμενον λεπτὸν καὶ μένον λεπτὸν δηλοῖ ἐσχάτην ἀπεψίαν τοῦ φλεβώδους γένους. οὐ γὰρ ἐνεχείρησεν ὅλως ἡ φύσις ἐπαναστῆναι πρὸς ἄμεινον τοῦ προσορεσθέντος καὶ πλεονεκτοῦντος ἐν φλεψὶ χυμοῦ. τὸ δὲ οὐρούμενον λεπτὸν καὶ ὕστερον ἀναθολούμενον δηλοῖ τὴν φύσιν ἐπαναστᾶσαν, ἄρχεσθαι δὲ κινεῖν καὶ ἀναμοχλεύειν τὴν ὑποκειμένην καὶ πλεονάζουσαν ἐν φλεψὶν ὕλην· πάλιν δὲ τὸ οὐρούμενον παχὺ καὶ μένον παχὺ δηλοῖ ἀκμάζειν τὴν τῶν παχέων πνευμάτων τε καὶ χυμῶν ζύμωσιν. τὸ δὲ οὐρούμενον παχὺ καὶ ὕστερον ἀποκαθιστάμενον δηλοῖ παρεῖναι μὲν τὴν τῶν παχέων χυμῶν ζύμωσιν, ἄρχεσθαι γὰρ τὴν διάκρισιν γίνεσθαι. καὶ ταῦτα μὲν ἐν συστάσει τοῦ χύματος θεωροῦνται αἱ διαφοραὶ τῆς πέψεως καὶ τῆς ἀπεψίας τῶν χυμῶν. αἱ δὲ ἐν χρώματι διαφοραὶ πολλαὶ μὲν, ἐν συντόμῳ δὲ εἰπεῖν οἷον λευκὸν, ὠχρὸν, ξανθὸν, πυῤῥὸν, ἐρυθρὸν, μέλαν. καὶ τὸ μὲν λευκὸν πολλὰ σημαίνει· ἢ γὰρ ἀσθένειαν τῆς δυνάμεως καθάπερ ἐπὶ τῶν γερόντων καὶ τῶν χρονίων νοσημάτων ἢ δι’ ἔμφραξιν τῶν ἀγγείων ἢ διὰ πολυποσίαν. εἰ δὲ πάχος ἔχει τὸ λευκὸν, σῆψιν ὠμῶν χυμῶν ἐν φλεψὶ κειμένην δηλοῖ.

---

Pseudo-Galen, De Urinis Compendium. Text: Open Greek Corpus, from Galenus Verbatim, CC BY-SA 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://opengreek.org/read/ogc003081.
