# De Urinis Compendium 1.41-58

Pseudo-Galen, De Urinis Compendium, 1.41 to 1.58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-galen/de-urinis-compendium/1.41
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-galen/de-urinis-compendium/1.41

εἰ δ’ ἐν τῷ μέσῳ μετεωρίζηται, καλεῖται ἐναιώρημα· εἰ δ’ ἐν τῷ πυθμένι τοῦ ἀγγείου πάλιν παρυφίσταται, καλεῖται ὑπόστασις. καὶ πάλιν τὸ μὲν διεσπασμένον καὶ μετέωρον ἐν τῷ οὔρῳ λέγεται νεφέλη, σημαίνει πλῆθος παχέων πνευμάτων ἀποκλησθέντων ἐν τῷ βάθει καὶ δυναμένων ἐν τῷ τέως ὑπὸ τῆς φύσεως λεπτυνθῆναι· τὸ δὲ ὑποκατελθὸν καὶ κατὰ τὴν μέσην χώραν μεῖνον λέγεται ἐναιώρημα, πέψιν μὲν τῶν χυμῶν σημαίνει, ἀλλ’ οὐ τελείαν. ὑπόστασις μὲν γὰρ τῇ φύσει γρωρίζεται, τῷ τόπῳ καὶ τῇ θέσει διαλλαττομένη. τὸν δὲ τόπον ἀμείβει ἡ τοῦ πνεύματος περιουσία. τοῦτο δὲ τὸ πνεῦμα ἀπὸ τῆς κατὰ μέρος πέψεως λεπτύνεται καὶ διαφορεῖται καὶ ἡ μὲν τελεία πέψις γίνεται καὶ ὑπὸ τῆς φύσεως τοῦτο τὸ πνεῦμα λεπτύνεται. καὶ τελείως διαπνευσθὲν τὸ ἐναιώρημα φαίνεται κάτω καὶ ποιεῖ τὴν ὑπόστασιν καὶ τότε τελεία δηλοῦται ἡ πέψις ἐκ τούτων τῶν τριῶν, λέγω δή συστάσεως, χρώματός τε καὶ τόπου καὶ ὁ χρόνος τοῦ νοσήματος μερισθήσεται. εἰ μὲν γὰρ ἄνω ἐπιπολάζει ἡ λεγομένη νεφέλη, ἀρχὴν δείκνυσι τῆς τοῦ νοσήματος διακρίσεως· εἰ δ’ ἐν τῷ μέσῳ θεωρεῖται μεταΐζουσαν τὴν πέψιν δηλοῖ· εἰ δὲ κάτω ἀποκαταστήσεται, τὴν τελείαν καὶ ἀσφαλῆ πέψιν δηλοῖ τοῦ νοσήματος. ὅσον οὖν λεπτύνεται τὸ πνεῦμα καὶ κατέρχεται τὸ παρυφιστάμενον, τοσοῦτον καὶ τὰ νοσήματα καὶ τὰ συμπτώματα χαυνότερα ἑαυτῶν γενήσονται. ἐν τούτοις οὖν θεωρεῖται ὁ χρόνος τοῦ νοσήματος ἐκ τῶν μετεώρων τῆς πέψεώς τε καὶ τῆς ἀπεψίας· ἃ δὲ φαῦλα καὶ πονηρὰ οὖρά εἰσι ταῦτα· τὰ χλωρὰ καὶ τὰ πελιδνὰ, τὰ αἱματώδη, τὰ μέλανα καὶ λίαν παχέα· τὰ χλωρὰ, τα πελιδνὰ, τὰ πυῤῥὰ καὶ λίαν ἄκρατα, τὰ ὠμὰ καὶ λεπτὰ καὶ μηδεμίαν ἔχοντα ὑπόστασιν μοχθηρὰ μὲν καὶ δυσώδη · ὁμοίως τά τε λιπαρὰ καὶ ἐλαιώδη, φαῦλα δὲ ἔτι τὰ λεπτὰ καὶ ὑδατώδη. νεφέλαι δὲ καὶ ὑποστάσεις πονηραὶ αἱ πελιδναὶ, αἱ μέλαιναι, αἱ ζωφώδεις, αἱ ποικίλαι, αἱ διεσπασμέναι, αἱ κριμνώδεις, αἱ δίαιμοι, αἱ πιτυρώδεις, αἱ χλωραὶ, αἱ φλεγματώδεις καὶ δυσώδεις.

---

Pseudo-Galen, De Urinis Compendium. Text: Open Greek Corpus, from Galenus Verbatim, CC BY-SA 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://opengreek.org/read/ogc003081.
