# De Venae Sectione 1.35-48

Pseudo-Galen, De Venae Sectione, 1.35 to 1.48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-galen/de-venae-sectione/1.35
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-galen/de-venae-sectione/1.35

ὅταν οὖν ἀφανεστέρας οὔσης τῆς οἰκείας τῷ πάσχοντι μορίῳ φλεβὸς, ἐπί τινα τῶν μέσων ἥκειν νίκην πυρῶν τὴν ἀποσχιζομένην τῆς οἰκείας τέμνειν μᾶλλον. ἔστι δ’ ὅτε καὶ τῆς κατωτέρω τῆς κατ’ ἀγκῶνα διαρθρώσεως, αἱ κατὰ τὸν πῆχύν εἰσιν, ἃς διαιρεῖν οὐδὲν κωλύει μή φαινομένων τῶν κατ’ ἀγκῶνα. ὥσπερ δὲ τὰ εἰρημένα πάντα μόρια ταῖς κατ’ ἀγκῶνα φλεβοτομίαις ὠφελεῖται, οὕτω καὶ κατωτέρω τούτων ἐστὶν ὅσαι ταῖς ἐπιγύναις τε καὶ σφυρά. ἔστι δὲ τῶν εἰρημένων τά τε κατ’ ἰσχίον καὶ κύστιν καὶ μήτραν καὶ νεφροὺς ἐπαμφοτερίζεται. διὸ καὶ ταῖς ἀπ’ ἀγκῶνος ἐνίοτε φλεβοτομίαις ὑπακούουσιν, ὅταν ἢ φλεγμονὴ πρόσφατος ᾖ καὶ πλῆθος αἵματος. ἢν δὲ ἡ διάθεσίς ἐστιν ἣν ἰδίως καλοῦμεν νεφρῖτιν, τὴν κατ’ ἰγνὺν χρὴ τέμνειν καὶ τὰς κατὰ τὰ σφυρὰ φλέβας. αἱ δὲ ἐν ταῖς μήτραις φλεγμοναὶ τῶν ἐν ταῖς σκέλεσι φλεβῶν τεμνομένων, ὄφελος οὐ μικρόν. ταῖς γὰρ ἀπ’ ἀγκώνων κενώσεσι καὶ ἄλλο τι πρόσεστι μοχθηρὸν καὶ φυλακτέον ψῦχος καὶ τροφὴν σύμμετρον διδόναι ἐπὶ τρεῖς ἢ τέσσαρας ἡμέρας. λοιμοῦ δέ ποτε κατασχόντος ἰσχυροῦ τήν Ἀσίαν, ὑφ’ οὗ πολλοὶ διεφθάρησαν, ὅθεν κᾀγὼ τῇ νόσῳ κατὰ τὴν δευτέραν ἡμέραν, ἀνέσεως μὴ γενομένης κατακνήσας τὸ σκέλος διὰ δυοῖν λιτρῶν κένωσιν ἔασα γενέσθαι καὶ διὰ τοῦτο τὸν κίνδυνον ἀπέφυγον. πολλοὶ δ’ ἄλλοι χρησάμενοι τῷ βοηθήματι διεσώθησαν καὶ μάλιστα οἳ δαψιλῶς τὸ αἷμα ἐκκένουν. ἔτι δὲ κεφαλαλγίας συμμέτρους ἀναιρεῖ καὶ παρισθμίων φλεγμονάς. τὰ δὲ χρονιώτερα τῶν τοιούτων συμπτωμάτων ταῖς τομαῖς καὶ ἐγχαράξεσι διαλυόμενα. καὶ δὴ καὶ τοὺς ἐκ νόσων δυσχερῶς εἰς τὴν κατὰ φύσιν ἕξιν ἑαυτούς ἀφικνουμένους, οὐδὲν οὕτως ἐπὶ τὴν προσήκουσαν εὐστροφίαν ἄγει, ὡς ἡ δι’ ἐγχαράξεις ἀποκένωσις τοῦ αἵματος. ἐν τῷ μεταξὺ δὲ τοῦ λιχάνου καὶ μεγάλου δακτύλου τμηθεῖσα φλὲψ καὶ ῥεύσας μέχρις ἂν αὐτομάτως παύσηται, χρόνιον ἄλγημα καὶ μᾶλλον εἰ κατ’ ἐκεῖνο τὸ μέρος ἔρειδον ἰάσαιτο.

---

Pseudo-Galen, De Venae Sectione. Text: Open Greek Corpus, from Galenus Verbatim, CC BY-SA 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://opengreek.org/read/ogc003083.
