# Definitiones Medicae 1.360-375

Pseudo-Galen, Definitiones Medicae, 1.360 to 1.375. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-galen/definitiones-medicae/1.360
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-galen/definitiones-medicae/1.360

Διστιχία ἐστὶν ἑτέρου στίχου παρὰ φύσιν κατὰ τοῦ ταρσοῦ ἔκφυσις. Ἐγκανθίς ἐστιν ὑπεροχὴ σαρκὸς ἐν τῷ μεγάλῳ κανθῷ. Ἀγχίλωψ ἐστὶν ἐπανάστασις τῷ μεγάλῳ κανθῷ ὑγροῦ συλλογὴν ἔχουσα ἀσύντρητος ἢ συντετρημένη. εἴρηται δὲ ἀγχίλωψ ἀπὸ τοῦ ἐγγὺς εἶναι τοῦ ὀφθαλμοῦ. ὢψ μὲν γάρ ἐστιν ὀφθαλμὸς, τὸ δὲ ἄγχι ἐγγύς. Ὑπόχυμά ἐστιν ὑγροῦ πῆξις τοῦ ὑδατώδους ἢ μᾶλλον ἢ ἦττον ἐμποδίζουσα τὸ ὁρᾷν. διαφέρει δὲ ὑπόχυμα γλαυκώματος ὅτι τὸ μὲν ὑπόχυμα πῆξίς ἐστι τοῦ ὑδατώδους ὑγροῦ, τὸ δὲ γλαύκωμα μεταβολὴ τῶν κατὰ φύσιν ἐπὶ τὸ γλαυκὸν, καὶ ὅτι ἐπὶ μὲν τοῦ γλαυκώματος οὐδὲ ὅλως ὁρῶσιν, ἐπὶ δὲ τοῦ ὑποχύματος κατ’ ὀλίγον. Ὑδατίς ἐστι τῆς ὑπεστρωμένης τῷ ἄνω βλεφάρῳ πιμελῆς αὔξησις, δι’ ἣν ῥευματίζονται παρὰ φύσιν οἱ ὀφθαλμοί. Λαγωφθαλμόν ἐστιν ἀνάσπασις τοῦ ἄνω βλεφάρου, ὥστε μὴ καλύπτειν ἐν τῷ καμμύειν ὅλον τὸν ὀφθαλμόν. Πτερύγιόν ἐστιν ἔκφυσις σώματος ἐπιφυομένη τῷ κερατοειδεῖ. Ἐκτρόπιόν ἐστιν ὑπόφυσις σαρκὸς ἐν τῷ βλεφάρῳ ἥτις βαροῦσα ἐκτρέπει τὸ βλέφαρον. αἰτία δὲ ἐκτροπῆς βλεφάρου ἢ σαρκὸς ἐπίφυσις ἢ παράλυσις ἢ οὐλῆς σύστασις. Πτίλωσίς ἐστιν ἀπὸ δριμυτάτου ῥεύματος ἀπόπτωσις τῶν βλεφάρων. Σταφύλωμά ἐστιν ἔκτασις τοῦ μέλανος χιτῶνος μετὰ πυρώσεως ὁμοία ῥαγὶ σταφυλῆς. Σάρκωμά ἐστι σαρκὸς ἐν τοῖς μυκτῆρσι παρὰ φύσιν αὔξησις. ἔστι δὲ σάρκωμά τι καὶ ὁ πολύπους. εἴρηται δὲ πολύπους ἁπὸ τῶν πολυπόδων. ὡς γὰρ ἐκεῖνοι πολλὰς ἔχουσιν ἀποσχίδας πλαδαροί τέ εἰσι καὶ αὐξανόμενοι, οὕτω καὶ τοῦτο τὸ πάθος. διαφέρει σάρκωμα πολύπου μεγέθει καὶ κατασκευῇ. Ὄζαινά ἐστιν ἕλκωσις ἐν μυκτῆρσιν διὰ βάθους δυσώδης τὴν ἀποφορὰν ἔχουσα. Παρωτίδες εἰσὶ παρὰ τοῖς ὠσὶν ἀποστήματα, ταῦτα ἔνιοι διοσκούρους ἐκάλεσαν, ἐπὶ πυρετοῖς γινόμεναι τὰ πολλὰ τῶν πυρετῶν ἀπαλλάσσουσαι. Λευκή ἐστιν ἡ ἐπὶ λευκὸν χρῶμα τοῦ σώματος παρὰ φύσιν μεταβολή. Ἕρπης ἐστὶν ἕλκος ἐπὶ χολῆς πλεονεξίᾳ: γιγνόμενον καὶ ἐπινέμησιν ποιούμενον. ἄλλως. ἕρπης ἐστὶν ὁ ὀφίτης καλούμενος, ἕλκωσις τῆς ἐπιφανείας τοῦ δέρματος ἀπὸ δριμείας χολῆς γινομένη. Ἀθέρωμά ἐστι χιτὼν νευρώδης ἀθερῶδες ὑγρὸν περιέχον.

---

Pseudo-Galen, Definitiones Medicae. Text: Open Greek Corpus, from Galenus Verbatim, CC BY-SA 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://opengreek.org/read/ogc003085.
