# De Monarchia 164

Pseudo-Justinus Martyr, De Monarchia, 164. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-monarchia/164
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-monarchia/164

ἀληθείας, θρησκείας τε τῆς εἰς τὸν ἕνα καὶ πάντων δεσπότην, παρεισδῦσα εἰς εἰδωλοποιίας ἐξέτρεψεν βασκανία τὸ ὑπερβάλλον τῆς τῶν ἀνθρώπων μεγαλειότητος· καὶ πολλῷ χρόνῳ μεῖναν τὸ περισσὸν ἔθος, ὡς οἰκείαν καὶ ἀληθῆ τὴν πλάνην τοῖς πολλοῖς παραδίσωσι. φιλανθρώπου δὲ ἢ μᾶλλον φιλοθέου ἔργον ἐστὶν, ὑπομνῆσαι τοὺς ἅπερ ὤφειλον εἰδέναι παραλελοιπότας. Ἥν μὲν γὰρ καθ´ αὐτὴν ἀρκετὴ ἡ ἀλήθεια δεικνύναι ἐκ τῶν συνεχόντων ὑπὸ τὸν πόλον τὴν τοῦ δημιουργήσαντος ταῦτα τάξιν. Λήθη δὲ διὰ τὸ μακρόθυμον τοῦ Θεοῦ περικρατήσασα τῆς τῶν ἀνθρώπων γνώμης, ἐρφδιούργησε, τὸ μόνῳ τῷ ὄντως Θεῷ πρέπον ὄνομα, ἐπὶ θνητοὺς μεταφέρουσα· καὶ δι´ ὀλίγων νομὴν πονηρίας ἔσχον οἱ πολλοὶ, ἀμαυρούμενοι τῇ εἰς τὸ βέβαιον καὶ ἄτρεπτον γνώσει ὀχλικῇ συνηθείᾳ. Οἱ μὲν γὰρ τοκαταρχὴν εἰς τιμὴν τῶν ὑπερεχόντων, τελετὰς καὶ λειτουργίας τελοῦντες, ἀμνηστίαν τοῖς μετ´ αὐτοὺς τῆς καθολικῆς δόξης ἐνέβαλον· ἐγὼ δὲ, ὡς μικρῷ πρόσθεν ὑπέστην, φιλοθέῳ τῇ γνώμῃ κεχρημένος, φιλανθρώπῳ χρήσομαι τῇ φωνῇ, καὶ παρίστημι τοῖς γε νοῦν ἔχουσι, δέον ὑπάρχειν πᾶσι τοῖς κεχρημένοις τῇ τῶν ζῴων διοικήσει, ἄτρεπτον ἔχειν τὴν εἰς τὸν πάντων γνώστην θρησκείαν. Τοῦτο δὲ οὐ λόγῳ καλλωπίζων φράσω, ἀποδείξει δὲ τῇ ἐκ τῶν κατὰ τὸ παλαιὸν εἰς τὸ παντελὲς τῆς Ἐλληνικῆς ἱστορίας ποιήσει κεχρημένος, ἐκ τῶν πᾶσι κοινῇ δεδομένων γραμμάτων. Ἐξ ὧν γὰρ οἱ πάνυ τὰς τῶν εἰδώλων θρησκείας νόμον τοῖς πολλοῖς παρέδοσαν, μαθόντες ἐξ αὐτῶν ἀγνῶτες νοῦ ἐλεγχθήσονται ὑπὸ τῶν παρ´ αὐτοῖς ποιητῶν καὶ μελογράφων. Πρῶτος μὲν γὰρ Αἰσχύλος τὴν τῶν καθ´ αὐτὸν όγων σύνταξιν ἐκθεὶς, καὶ τὴν περὶ Θεοῦ τοῦ μόνου ἐξήνεγκεν φωνὴν, ὡς λέγει· Χώριζε θνητῶν τὸν Θεὸνὶ, καὶ μὴ δόκει Ὅμοιον σαυτῷ σάρκινον καθεστάναι. θἰκ οἷσθα δ´ αὐτόν· ποτὲ μέν ὡς πῦρ φαίνεται

---

Pseudo-Justinus Martyr, De Monarchia. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003765.
