# De Resurrectione 793

Pseudo-Justinus Martyr, De Resurrectione, 793. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione/793
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-resurrectione/793

ἔπαρχος εἶπεν· Ει μὴ πείθεσθε, τιμωρηθήσεσθε ἀνηλεῶς. Ἰουστῖνος εἶπε· Δι´ εὐγῆς ἔχομεν διὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τιμωρηθέντες σωθῆναι· ὅτι τοῦτο ἡμῖν σωτηρία καὶ καῥῥησία γενήσεται ἐπὶ τοῦ φοβερωτέρου καὶ παγκοσμίου βήματος τοῦ Δεσπότου ἡμῶν καὶ Σωτῆρος. Ὡσαύτως δὲ καὶ οἰ λοιποὶ μάρτυρες εἶπον· Ποίει ὃ θέλεις· ἡμεῖς γὰρ Χριστιανοί ἐσμεν, καὶ εἰδώλοις οὐ θύομεν. Ῥουστικὸς ἔπαρχος ἀπεφήνατολέγων· Οἱμὴ ρουληθέντες θῦσαι τοῖς θεοῖς, καὶ εἶξαι τῷ τοῦ αὐτοκράτορος προστάγματι, μαστιγωθέντες ἀπαχθήτωσαν κεφαλικὴν ἀποτιννύντες δίκην κατὰ τὴν τῶν νόμων ἀκολουθίαν. Οἱ ἅγιοι μάρτυρες δοξάζοντες τὸν Θεὸν, ἐξελθόντες ἐπὶ τὸν συνήθη τόπον, ἀπεταήθησαν τὰς κεφαλὰς, καὶ ἐτελείωσαν αὐτῶν τὴν μαρτυρίαν ἐν τῇ τοῦ Σωτῆρος ὁμολογίᾳ. Τινὲς δὲ τῶν πιστῶν, λαθραίως αὐτῶν τὰ σώματα λαβόντες κατέθεντο ἐν τόπῳ ἐπιτηδείῳ συνεργασάσης αὐτοῖς τῆς χάριτος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾠ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ μὲν τῆς ἀληθείας λόγος ἐστὶν ἐλεύθερος καὶ αὐτεξούσιος, ὑπὸ μηδεμίαν βάσανον ἐλέγχου θέλων πίπτειν, μηδὲ τὴν παρὰ τοῖς ἀκούουσι δι´ ἀποδείξεως ἐξέτασιν ὑπομένειν. Τὸ γὰρ εὐγενὲς αὐτοῦ καὶ πεποιθὸς αὐτῷ τῷ πέμψαντι πιστεύεσθαι θέλει. Λόγος δὲ ἀληθείας ἀπὸ Θεοῦ πέμπεται· διὸ καὶ τὸ ἐλεύθερον

---

Pseudo-Justinus Martyr, De Resurrectione. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003766.
