# De Resurrectione 795

Pseudo-Justinus Martyr, De Resurrectione, 795. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione/795
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-resurrectione/795

σοφισμάτων πλέκουσι τοιαῦτα· Εἰ ἡ σὰρξ ἀνίσταται, ἤτοι ὁλόκληρος ἀναστήσεται, καὶ πάντα τὰ μόρια ἔχουσα, ἢ ἀτελής. Ἀλλὰ τὸ μὲν ἐλλειπῆ μέλλειν αὐτὴν ἀνίστασθαι ἀδυναμίαν ἐμφαίνει τοῦ Θεοῦ, εἰ τὰ μὲν ἠδυνήθη σῶσαι, τὰ δὲ οὕ· εἰ δὲ πάντα τὰ μέρη, καὶ τὰ μόρια ἕξει δηλονότι. Ταῦτα λέγειν ὑπάρχειν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, πῶς οὐκ ἄτοπον, τοῦ Σωτῆρος εἰρηκότος· Οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ´ ἔσονται ὠς ἄγγελοι ἐν τῷ οὐρανῷ; Οἱ δὲ ἄγγελοι, φασὶν, οὕτε σάρκα ἔχουσιν, οὔτε ἐσθίουσιν, οὔτε συνουσιάζονται· ὥστε οὐδὲ σαρκὸς ἀνάστασις γενήσεται. Ταῦτα μὲν οὖν καὶ τὰ τούτοις ὅμοια λέγοντες, πειρῶνται διαστρέφειν τοὺς ἀπὸ τῆς πίστεως. Εἰσὶ δέ τινες οἱ λέγουσι καὶ αὐτὸν τὸν Ἰησοῦν πνευματικὸν μόνον παρεῖναι, μηκέτι ἐν σαρκὶ, φαντασίαν δὲ σαρκὸς παρεσχηκέναι· πειρώμενοι καὶ αὐτοὶ ἀποστερεῖν τῆς ἐπαγγελίας τὴν σάρκα. Πρῶτον μὲν τὰ ὑπ´ αὐτῶν δοκοῦντα ἄπορα φαίνεσθαι λύσωμεν εἶθ´ οὕτως ἐξῆς ἐπάξομεν τὸν ἀποδεικνύντα λόγον περὶ τῆς σαρκὸς, ὡς ἔχει σωτηρίαν. Φασὶ τοίνυν· Εἰ ὁλόκληρον ἀναστήσεται τὸ σῶμα, καὶ τὰ μόρια αὐτοῦ πάντα ἕξει, ἀνάγκη δὲ καὶ τὰ ἔργα τῶν μορίων ὑπάρξαι· μήτραν μὲν κυΐσκειν, σπερματίζειν δὲ μόριον ἀνδρὸς, καὶ τὰ λοιπὰ δὲ ὁμοίως. Ἔστω δὲ ἐφ´ ἑνὸς οὗτος ὁ λόγος ἱστάμενος. Τούτου γὰρ ἀποδεικνυμένου ψευδοῦς, οἰχήσεται πᾶς ὁ λόγος αὐτῶν. Τὸ μὲν οὖν τὰ μόρια ἐνεργοῦντα ταῦτα ἐνεργεῖν ἅπερ ἐνταῦθα φαίνεται, δῆλον· τὸ δὲ κατ´ ἀνάγκης αὐτὰ κατὰ τὴν ἀρχὴν ἐνεργεῖν οὐκ ἀναγκαῖον. Ἵνα δὲ σαφὲς ᾖ τὸ λεγόμενον οὕτλ.ν σκοπήσωμεν. Μήτρας ἐστὶν ἡ ἐνέργεια τὸ κυΐσκειν, καὶ μορίου ἀνδρικοῦ τὸ σπερμαίνειν. Ὡσπερ δὲ, εἰ ταῦτα μέλλει ἐνεργεῖν τοιαύτας ἐνεργείας, οὕτως οὐκ ἀναγκαῖον αὐτοῖς ἐστιν τὸ τὴν ἀρχὴν ἐνεργεῖνρῶμεν γοῦν πολλὰς γυναῖκας μὴ κυἷσκούσας, ὡς τὰς στείρας καὶ μήτρας ἐχούσας]· οὔτως εὐθέως, καὶ τὸ μήτραν ἔχειν, καὶ κυΐσκειν ἀναγκάζει, ἀλλὰ καὶ μὴ στεῖραι μὲν ἐξ ἀρχῆς, παρθενεύουσαι δὲ, κατήργησαν καὶ τὴν συνουσίαν· ἕτεραι δὲ καὶ ἀπὸ χρόνου. Καὶ τοὺς ἄῤῥενας δὲ τοὺς

---

Pseudo-Justinus Martyr, De Resurrectione. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003766.
