# De Resurrectione 800

Pseudo-Justinus Martyr, De Resurrectione, 800. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione/800
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-resurrectione/800

ποιήματα δόδεικται ἡ σάρξ· δικαίως ἂν ὑπ´ αὐτοῦ σωθήσεται. Αεκτέον οὐν πρὸς τοὺς λέγοντας, ὅτι, εἰ καὶ τὰ μάλιστα Θεοῦ ποίημα τυγχάνουσα, καὶ τιμία αὐτῷ παρὰ πάντα, οὐκ εὐθέως καὶ τὴν ἐπαγγελίαν τῆς ἀναστάσεως ἔχει. Καίτοι πῶς οὐκ ἄτοπον τὸ μετὰ τηλικαύτης σπουδῆς γενόμενον, καὶ παρά πάντα τὰ λοιπὰ τίμιον περιορᾷν τὸν ποιήσαντα εἰς τὸ μηκέτι εἶναι; εἶτα ὁ μὲν πλάστης καὶ ζωγράφος εἰ τὰς εἰκόνας ἂς ἂν ποιήσωσι, διαμένειν ἐθέλουσιν, ἵνα δι´ αὐτῶν δοξάζωνται, καὶ φθειρομένας αὐτὰς ἀνακαινοποιοῦσι· ὁ δὲ Θεὸς τὸ αὐτοῦ κτῆμα καὶ πλάσμα περιεῖδεν ἂν εἰς τὸ μὴ ὃν, μηκέτι δὲ καὶ εἰς τὸ εἶναι, ματαιόπονον ἀποκαλοῦμεν; Ὢσπερ εἴ τις, οἰκίαν οἰκοδομήσας, ἔπειτα καταλύοι, ἢ καταλυομένην περιορῶν, δυνάμενος ἀναστῆσαι, τόν τε Θεὸν οὐκ αἰτιασόμεθα, ὅτι μάτην ποιεῖ· Ἀλλ´ οὐχ ὁ ἄφθαρτος τοιοῦτος, οὐκ ἄφρων ὃ τῶν ὅλων πέφυκε νοῦς. Φιμοῦσθωσαν οἱ ἄπιστοι, εἰ τὸ μὴ πιστεύειν ἔχουσιν αὐτοί. Ἀλλὰ μὴν καὶ κέκληκεν αὐτὴν ἐπὶ τὴν ἀνάστασιν, καὶ ἐπαγγέλλεται τὴν αἰωνίαν ζωήν. Ἔνθα γὰρ τὸν ἄνθρωπον εὐαγγελίζεται σῶσαι, καὶ τῇ σαρκὶ εὐαγγελίζεται. Τί γάρ ἐστιν ὁ ἄνθρωπος, ἀλλ´ ἢ τὸ ἐκ ψυχῆς καὶ σώματος συνεστὼς ζῶον λογικόν; Μὴ οὖν καθ´ ἑαυτὴν ψυχὴ ἄνθρωπος; Οὕκ· ἀλλ´ ἀνθρώπου ψυχή. Μὴ οὖν καλοῖτο σῶμα ἄνθρωπος; Οὔκ· ἀλλ´ ἀνθρώπου σῶμα καλεῖται. Εἴπερ οὖν κατ´ δίαν μὲν τούτων οὐδέτερον ἄνθρωπός ἐστι, τὸ δὲ ἐκ τῆς ἀμφοτέρων συμπλοκῆς καλεῖται ἄνθρωπος, κέκληκε δὲ ὁ Θεὸς εἰς ζωὴν καὶ ἀνάστασιν τὸν ἄνθρωπον, οὐ τὸ μέρος, ἀλλὰ τὸ ὅλον κέκληκεν, ὅπερ ἐστὶ τὴν ψυχὴν καὶ τὸ σῶμα. Ἐπεὶ πῶς οὐκ ἄτοπον, ἀμφοτέρων ὄντων κατὰ τὸ αὐτὸ καὶ ἐν τῷ αὐτῷ, τὸ μὲν σώζειν, τὸ δὲ μή; Οὐκ ὄντος δὲ ἀδυνάτου, καθάπερ δέδεικται, τὴν σάρκα ἔχειν τὴν παλιγγενεσίαν, τίς ἡ διάκρισις, ὥστε τὴν μὲν ψυχὴν σώζεσθαι, τὴν δὲ σάρκα μή φθονερὸν ποιοῦσι τὸν Θεόν; Ἀλλὰ ἀγαθός ἐστι, καὶ σώζεσθαι πάντας θέλει. Καὶ δι´ αὐτοῦ καὶ τοῦ κηρύγματος αὐτοῦ οὐχὶ μόνον κουσεν ἡ ψυχὴ ὑμῶν, σὺν αὐτῇ ἡ σὰρξ, καὶ ἐπίστευσεν εἰς Χριστὸν Ἰησοῦν, ἀλλ´ ἀμφότερα ἐλούσαντο, καὶ ἀμφότερα τὴν δικαιοσύνην εἰργάσαντο. Ἄρα οὖν ἀχάριστον ἢ ἄδικον ἀποφαίνουσι

---

Pseudo-Justinus Martyr, De Resurrectione. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003766.
