# De Resurrectione 801

Pseudo-Justinus Martyr, De Resurrectione, 801. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/de-resurrectione/801
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/de-resurrectione/801

Εἰ Ροεἰ ρασα· τὸν Θεὸν, εἰ τῶν ἀμφοτέρων πιστευόντων εἰς αὐτὸν, τὴν μὲν σώζειν θέλει, τὴν δὲ οὕ. Ναὶ, φασίν· ἀλλ´ ἡ μὲν ψυχή ἐστιν ἄφθαρτος, μέρος οὖσα τοῦ Θεοῦ καὶ ἐμφύσημα, καὶ διὰ τοῦτο τὸ ἴδιον καὶ συγγενὲς ἐθέλησε σῶσαι· ἡ δὲ σὰρξ φθαρτὴ, καὶ οὐκ ἀπ´ αὐτοῦ, καθάπερ ἡ ψυχή. Εἴτα τίς αὐτῷ χάρις, καὶ τίς ἐπίδειξις τῆς δυνάμεως καὶ χρηστότητος αὐτοῦ, εἰ τὸ μὲν φύσει σωζόμενον καὶ μέρος ὑπάρχον αὐτοῦ σώζειν ἤμελλεν; Αὐτὸ γὰρ ἐξ ἑαυτοῦ εἶχε τὴν σωτηρίαν· ὥστε τὴν μὲν ψυχὴν σώζων, οὐ μέγα ποιεῖ Τὸ γὰρ σώζεσθαι πάρεστιν αὐτῇ, ὅτι ἐστὶν αὐτοῦ μέρος, ἐμφύσημα αὐτοῦ οὖσα. Ἀλλ´ οὐδὲ χάρις αὐτῷ τὸ ἴδιον σώζοντι· τοῦτο γάρ ἐστιν ἑαυτὸν σώζειν. Ὡ γὰρ τὸ μέρος αὐτοῦ σώζων δι´ ἑαυτοῦ ἑαυτὸν σώζει, μή ποτε ἐκεῖνο τὸ μέρος ἐνδεὲς γένηται· οὐκ ἔστιν ἀγαθοῦ τὸ τοιοῦτον. Οὐδὲ γὰρ ἄνθρωπον ἀγαθόν τις ἐρεῖ τὸν τοῖς τέκνοις αὐτοῦ καὶ ἐκγόνοις χαριζόμενόν τι. Τοῦτο γὰρ καὶ τὰ ἀγριώτατα τῶν θηρίω ποιοῦσι· κἂν ὑπεραποθανεῖν τῶν ἐκγόνων αὐτῶν δέη, ἑκοντὶ τοῦτο ὑπομένουσιν. Εἰ δέ τις τὰ αὐτὰ τοῖς δούλοις παράσχοι, δικαίως ἂν οὗτος λέγοιτο ἀγαθός. Διὰ τοῦτο καὶ ὁ Σωτὴρ ἐδίδαξεν ἡμᾶς ἀγαπᾷν τοὺς ἐχθρούς· ἐπεὶ τίς ἡμῖν χάρις ἐστίν; φησίν· ὥστε δέδειχεν ἡμῖν ἀγαθὸν ἔργον εἰναι τὸ μὴ τοὺς ἐξ αὐτοῦ γεγονότας μόνον ἀγαπᾷν, ἀλλὰ καὶ τοὺς ἔξωθεν. Ἄ δὲ ἡμῖν παρήγγειλε, πολὺ πρότερον αὐτὸς ποιεί. Καὶ μετ´ ὁλίγα· Εἰ εἰς μηδὲν ἔχρῃζε τῆς σαρκὸς, τί καὶ ἐθεράπευσεν αὐτήν; Καὶ τὸ πάντων ἰσχυρότερον, τοὺς νεκροὺς ἀνέστησε. Τίνος ἕνεκεν; Οὐχ ἵνα δείξη τὴν ἀνάστασιν, οἷα μέλλει γίνεσθαι; Πῶς οὖν τοὺς νεκροὺς ἀνέστησε; Πότερον τὰς ψυχάς ἢ τὰ σώματα; Ἀλλὰ δῆλον, ὅτι ἀμφότερα. Εἰ δὲ ἦν πνευματικὴ μόνη ἡ ἀνάστασις, ἐχρῆν, ἀναστάντα αὐτὸν, κατ´ ἰδίαν μὲν δεῖξαι τὸ σωμα κείμενον, κατ´ ἰδίαν δὲ τὴν ψυχὴν ὑπάρχουσαν. Νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησεν, ἀνέστησε δὲ τὸ σῶμα, τῆς ζωῆς τὴν ἐπαγγελίαν ἐν αὐτῷ πιστούμενος. Τίνος οὖν ἕνεκεν ἐν τῇ σαρκὶ τῇ παθούσῃ ἀνέστη, εἰ μὴ ἵνα δείξῃ τὴν σαρκικὴν ἀνάστασιν; Καὶ τοῦτο βουλόμενος πιστοποιῆσαι, τῶν μαθητῶν αὐτοῦ μὴ πιστευόντων, εἰ ἀληθῶς σώματι ἀνέστη, βλεπόντων αὐτῶν καὶ δισταζόντων, εἶπεν αὐτοῖς· Οὕπω ἔχετε πίστιν, φησί· ἴδετε, ὅτι ἐγῶ

---

Pseudo-Justinus Martyr, De Resurrectione. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003766.
