Ancient Greek
7.3 to 7.9
Pseudo-Justinus Martyr, Epistula ad Diognetum 7.3-9
Not analysed yet
ἆρά γε, ὡς ἀνθρώπων ἄν τις λογίσαιτο, ἐπὶ τυραννίδι καὶ φόβῳ καὶ καταπλήξει; οὐ μὲν οὖν: ἀλλ̓ ἐν ἐπιεικείᾳ καὶ πραΰτητι ὡς βασιλεὺς πέμπων υἱὸν βασιλέα ἔπεμψεν, ὡς θεὸν ἔπεμψεν, ὡς ἄνθρωπον πρὸς ἀνθρώπους ἔπεμψεν, ὡς σώζων ἔπεμψεν, ὡς πείθων, οὐ βιαζόμενος: βία γὰρ οὐ πρόσεστι τῷ θεῷ. ἔπεμψεν ὡς καλῶν, οὐ διώκων: ἔπεμψεν ὡς ἀγαπῶν, οὐ κρίνων. πέμψει γὰρ αὐτὸν κρίνοντα: καὶ τίς αὐτοῦ τὴν παρουσίαν ὑποστήσεται; . . . . . παραβαλλομένους θηρίοις, ἵνα ἀρνήσωνται τὸν κύριον, καὶ μὴ νικωμένους; οὐχ ὁρᾷς, ὅσῳ πλείονες κολάζονται, τοσούτῳ πλεονάζοντας ἄλλους; ταῦτα ἀνθρώπου οὐ δοκεῖ τὰ ἔργα: ταῦτα δύναμίς ἐστι θεοῦ: ταῦτα τῆς παρουσίας αὐτοῦ δείγματα.