# Expositio Rectae Fidei 623

Pseudo-Justinus Martyr, Expositio Rectae Fidei, 623. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/expositio-rectae-fidei/623
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-justinus-martyr/expositio-rectae-fidei/623

αὐτὸν ἑκάτερα νοήσει, ὡς ἔν φῶς καὶ ἕνα ἤλιον, τό τε δεχθὲν φῶς, τό τε δεξάμενον σῶμα. Πάλιν ὡς ἓν μὲν φῶς, καὶ εἷς ἥλιος, φύσεις δὲ δύο· ἡ μὲν φωτὸς, ἡ δὲ σώματος ἡλιακοῦ· οὕτω κἀνταῦθα, εἷς μὲν δ Υἱὸς, καὶ Κύριος, καὶ Χριστὸς, καὶ Μονογενής· φύσεις δὲ δύο· ἡ μὲν ὑπὲρ ἡμᾶς, ἡ δὲ ἡμετέρα. Καὶ αὖθις, ὥσπερ ἐπὶ τοῦ φωτὸς τὴν ἐνέργειαν οὐκ ἄν τις χωρίσειε τοῦ σώματος αὐτοῦ τοῦ δεκτικοῦ· τῷ λόγῳ δὲ διελὼν, γνωρίσειε τὴν φύσιν, ἧς ἐστιν ἰδίᾳ ἡ ἐνέργεια· οὕτως ἐπὶ τοῦ ἑνὸς μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, πᾶσαν μὲν ἐνέργειαν οὐκ ἄν τις χωρίσειε τῆς μιᾶς υἱότητος, τῆς δὲ φύσεως ἦς ἐστὶν οἰκεῖον τὸ γιγνόμενον τῷ λόγῳ γνωρίσειεν. Οὕτως ἡμεῖς τὸ παράδειγμα τῆς ἑνώσεως τῆς θείας ποιήσαντες, ὡς ἂν ἐπ´ εὐσεβεστέραν ἔννοιαν κατεφύγομεν, ς μὲν ἀληθείας αὐτῆς εἰ καὶ μὴ καθάπαξ ἐφικόμενοι, εἰκόνα γοῦν ἐξαρκοῦσαν ἡμῖν πρὸς εὐσεβῆ ζήτησιν συλλεξάμενοι. Τούτων εἴ τί σοι δόξειεν ἐγγύτερόν πως τῆς ἀληθείας εἰναι, ἀνύμνει τὸν δεδωκότα τῆς γνώσεως τὸ μέτρον· εἰ δέ τι μᾶλλον εὐσεβὲς παρ’´ ἄλλου μεμάθηκας, αὐτὸν πάλιν ἀνύμνει τὸν κηδεμόνα· αὐτὸς γὰρ πάλαι ὢν, εἰς ἄλλον ἐνήργησεν. Ἀποχρώντως τοίνυν εἰς δύναμιν τὴν ὀρθὴν ὁμολογίαν ἐκθέμενοι, χαίρειν μὲν τοῖς τῆς Ἐκκλησίας υἱέσιν εἰπόντες, χάριν δὲ τῷ δεδωκότι τοῦ λόγου τὴν χορηγίαν ὁμολογήσαντες, ἐπὶ τῆς καθ´ ἡσυχίαν διαγωγῆς τὸν λόγον εὐνήσαντες τοῦ λοιποῦ βιοτεύσομεν. Αλλὰ γὰρ ὁρῶ τινας ἀνακαλουμένους τὸν λόγον, καὶ ζητήσεως ἐτέρας στάδιον ὑποδεικνύντας, καὶ τρέχειν αὖθις βιαζομένους, τάχα που καὶ πειρωμένους, εἰ μὴ τοῖς προλαβοῦσι διαύλοις ἀπείρηκεν. Ὁ δέ γε μιμεῖται πηγὴν, ἡ, συνεχέστερον ἀντλουμένη, διειδέστερα προχεῖ τὰ νάματα. Ὅλος δὲ νένευκε πρὸς τὸν δρόμον, καὶ τῶν θυρῶν οὐκ ἤδη ὅσον προέκυψε, καὶ τοῦ σημαντῆρος ἀναμένει τὸ σύνθημα. Σοὶ δὲ βουλόμενος τὸ ζήτημα σημᾶναι, ἕτοιμος ὁρμῆσαι καὶ καταβαλεῖν τὴν ἀπιστίαν. καὶ περικλεῖσαι τὰς θεομάχους γλώσσας, καὶ διαστεῖλαι. τί μὲν δεῖ περὶ τῶν θείων ζητεῖν, τί δὲ πιστεύειν, καὶ τοῦ δρόμου τῷ νόμῳ νικητὴς ἀναῤῥηθῆναι. Πῶς, φησὶν, ὁ Λόγος πανταχοῦ κατ´ οὐσίαν ἐστὶ, καὶ πῶς ἐν τῷ οἰκείῳ ναῷ; Εἰ γὰρ ὡς ἐν ἅπασι κἀκεῖ, οὐδεν πλέον ὁ ναὸς τῶν πάντων ἕξει. Καὶ ποῦ θήσομεν τό, Ἐν ᾠ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς; Εἰ δ´ ἐν τῷ ναῷ δοίη τις πλέον εἶναι, οὐ τοῖς πᾶσι κατ´ οὐσίαι πάρεστιν, ὅπερ ἴδιον Θεου. Σαφὴς ἔλεγχος ἀπιστίας τὸ πῶς ἐπὶ Θεοῦ

---

Pseudo-Justinus Martyr, Expositio Rectae Fidei. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003768.
