# Fragmenta 5

Pseudo-Justinus Martyr, Fragmenta, Fragment 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-justinus-martyr/fragmenta/5

Καὶ τὸ μὴ κεῖσθαι δὲ ἐπὶ τῆς ἑβδόμης ἡμέρας κατ' ἰσότητα τῶν ἄλλων ἡμερῶν τὸ „Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ“ σύμβολόν ἐστιν ἐναργὲς τῆς ἐν αὐτῇ γενομένης συντελείας πρὸ τῆς συμπληρώσεως αὐτῆς, ὥς φασιν οἱ πατέρες, καὶ μάλιστα οἱ περὶ τὸν ἱερὸν Κλήμεντα καὶ Εἰρηναῖον καὶ Ἰουστῖνον τὸν μάρτυρα καὶ φιλόσοφον, ὅστις, λίαν γε ὑπερσόφως εἰς τὸν ἕκτον ὑπομνηματίζων τῆς ἕκτης ἡμέρας ἀριθμόν, τὴν νοερὰν τοῦ ἀνθρώπου ψυχὴν καὶ τὰς πέντε αὐτοῦ αἰσθητικὰς αἰσθήσεις λέγει εἶναι ἓξ ἔργα τῆς ἕκτης ἡμέρας. Ὅθεν καί, πολλὰ διεξελθὼν περὶ τοῦ ἕκτου ἀριθμοῦ, πάντα φησὶ τὰ ὑπὸ θεοῦ δημιουργηθέντα ἑξαχῶς διαιρεῖσθαι, τουτέστιν εἰς νοερὰ καὶ ἀθάνατα, οἷοί εἰσιν οἱ ἄγγελοι, καὶ εἰς λογικὰ θνητά, οἵτινές εἰσιν οἱ ἄνθρωποι, καὶ εἰς αἰσθητικὰ ἄλογα, οἷά εἰσι τὰ κτήνη καὶ τὰ πετεινὰ καὶ οἱ ἰχθύες, καὶ εἰς ἐκπορευτὰ μεταστατικὰ ἀναίσθητα, οἷά εἰσιν οἱ ἄνεμοι καὶ αἱ νεφέλαι καὶ τὰ ὕδατα καὶ οἱ ἀστέρες, καὶ εἰς αὐξητικὰ ἀμετάστατα, οἷά εἰσι τὰ δένδρα, καὶ εἰς ἀναίσθητα ἀμετάστατα, οἷά εἰσι τὰ ὄρη καὶ ἡ γῆ καὶ τὰ τοιαῦτα. Πάντα γὰρ κτίσματα τοῦ θεοῦ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς μιᾶς τινος τούτων τῶν ἓξ διαστολῶν ἅπτεται καὶ ἐν αὐταῖς περιώρισται.

---

Pseudo-Justinus Martyr, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0646.tlg012.local001/.
