# Epigrammata 11.274-400

Pseudo-Lucian, Epigrammata, Book 11, lines 11.274-11.400. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/epigrammata/11.274

ΛΟΥΚΙΑΝΟΥ
Εἰπέ μοι εἰρομένῳ, Κυλλήνιε, πῶς κατέβαινεν
Λολλιανοῦ ψυχὴ δῶμα τὸ Φερσεφόνης;
θαῦμα μέν, εἰ σιγῶσα· τυχὸν δέ τι καὶ σὲ διδάσκειν
ἤθελε· φεῦ, κείνου καὶ νέκυν ἀντιάσαι.
ΛΟΥΚΙΑΝΟΥ
Πλοῦτον μὲν πλουτοῦντος ἔχεις, ψυχὴν δὲ πένητος,
ὦ τοῖς κληρονόμοις πλούσιε, σοὶ δὲ πένης.
ΛΟΥΚΙΑΝΟΥ
Πολλάκις οἶνον ἔπεμψας ἐμοί, καὶ πολλάκις ἔγνων
σοὶ χάριν ἡδυπότῳ νέκταρι τερπόμενος.
νῦν δ', εἴπερ με φιλεῖς, μὴ πέμψῃς· οὐ δέομαι γὰρ
οἴνου τοιούτου μηκέτ' ἔχων θρίδακας.
ΤΟΥ ΑΥΤΟΥ
Πολλὰς μυριάδας ψηφίζων Ἀρτεμίδωρος
καὶ μηδὲν δαπανῶν ζῇ βίον ἡμιόνων,
πολλάκις αἳ χρυσοῦ τιμαλφέα φόρτον ἔχουσαι
πολλὸν ὑπὲρ νώτου, χόρτον ἔδουσι μόνον.
ΛΟΥΚΙΑΝΟΥ
Ἵλαθι, Γραμματικὴ φυσίζοε, ἵλαθι, λιμοῦ
φάρμακον εὑρομένη „Μῆνιν ἄειδε, θεά.“
νηὸν ἐχρῆν καὶ σοὶ περικαλλέα δωμήσασθαι
καὶ βωμὸν θυέων μή ποτε δευόμενον.
καὶ γὰρ σοῦ μεσταὶ μὲν ὁδοί, μεστὴ δὲ θάλασσα
καὶ λιμένες, πάντων δέκτρια Γραμματική.

---

Pseudo-Lucianus Soph., Epigrammata. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg010.local001/.
