Ancient Greek
Book 11
Pseudo-Lucian, Epigrammata 11.401
Not analysed yet
ΤΟΥ ΑΥΤΟΥ
Ἰητήρ τις ἐμοὶ τὸν ἑὸν φίλον υἱὸν ἔπεμψεν,
ὥστε μαθεῖν παρ' ἐμοὶ ταῦτα τὰ γραμματικά.
ὡς δὲ τὸ „μῆνιν ἄειδε“ καὶ „ἄλγεα μυρί' ἔθηκεν“
ἔγνω καὶ τὸ τρίτον τοῖσδ' ἀκόλουθον ἔπος
„πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν,“
οὐκέτι μιν πέμπει πρός με μαθησόμενον.
ἀλλά μ' ἰδὼν ὁ πατήρ· „Σοὶ μὲν χάρις,“ εἶπεν, „ἑταῖρε·
αὐτὰρ ὁ παῖς παρ' ἐμοὶ ταῦτα μαθεῖν δύναται·
καὶ γὰρ ἐγὼ πολλὰς ψυχὰς Ἄϊδι προϊάπτω
καὶ πρὸς τοῦτ' οὐδὲν γραμματικοῦ δέομαι. “