# Epigrammata 11.402-430

Pseudo-Lucian, Epigrammata, Book 11, lines 11.402-11.430. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/epigrammata/11.402

ΤΟΥ ΑΥΤΟΥ
Μηδείς μοι ταύτην, Ἐρασίστρατε, τὴν σπατάλην σου
ποιήσειε θεῶν, ᾗ σὺ κατασπαταλᾷς
ἔσθων ἐκτραπέλως στομάχων κακὰ χείρονα λιμοῦ,
οἷα φάγοιεν ἐμῶν ἀντιδίκων τεκνία.
πεινάσαιμι γὰρ αὖθις ἔτι πλέον ἢ πρὶν ἐπείνων,
ἢ χορτασθείην τῆς παρὰ σοὶ σπατάλης.
ΤΟΥ ΑΥΤΟΥ
Μισόπτωχε θεά, μούνη πλούτου δαμάτειρα,
ἡ τὸ καλῶς ζῆσαι πάντοτ' ἐπισταμένη,
εἰ δὲ καὶ ἀλλοτρίοις ἐπιιζομένη ποσὶ χαίρεις
πιλοφορεῖν τ' οἶδας καὶ μύρα σοι μέλεται,
τέρπει καὶ στέφανός σε καὶ Αὐσονίου πόμα Βάκχου·
ταῦτα παρὰ πτωχοῖς γίνεται οὐδέποτε.
τοὔνεκά νυν φεύγεις πενίης τὸν ἀχάλκεον οὐδόν,
τέρπῃ δ' αὖ πλούτου πρὸς πόδας ἐρχομένη.
ΤΟΥ ΑΥΤΟΥ
Οὐδέποτ' εἰς πορθμεῖον ὁ κηλήτης Διόφαντος
ἐμβαίνει μέλλων εἰς τὸ πέραν ἀπίναι·
τῆς κήλης δ' ἐπάνωθε τὰ φορτία πάντα τεθεικὼς
καὶ τὸν ὄνον, διαπλεῖ σινδόν' ἐπαράμενος.
ὥστε μάτην Τρίτωνες ἐν ὕδασι δόξαν ἔχουσιν,
εἰ καὶ κηλήτης ταὐτὸ ποιεῖν δύναται.
ΤΟΥ ΑΥΤΟΥ
Ὁ γρυπὸς Νίκων ὀσφραίνεται οἴνου ἄριστα,
οὐ δύναται δ' εἰπεῖν, οἷος ἂν ᾖ, ταχέως.
ἐν τρισὶν ὥραις γὰρ θεριναῖς μόλις αἰσθάνετ' αὐτὸς
ὡς ἂν ἔχων πηχῶν ῥῖνα διακοσίων.
ὢ μεγάλου μυκτῆρος· ὅταν ποταμὸν διαβαίνῃ,
θηρεύει τούτῳ πολλάκις ἰχθύδια.
ΛΟΥΚΙΑΝΟΥ
Τοῦ πωγωνοφόρου κυνικοῦ, τοῦ βακτροπροσαίτου,
εἴδομεν ἐν δείπνῳ τὴν μεγάλην σοφίαν.
θέρμων μὲν γὰρ πρῶτον ἀπέσχετο καὶ ῥαφανίδων,
μὴ δεῖν δουλεύειν γαστρὶ λέγων ἀρετήν.
εὖτε δ' ἐν ὀφθαλμοῖσιν ἴδεν χιονώδεα βόλβαν
στρυφνήν, ἣ πινυτὸν ἤδη ἔκλεπτε νόον,
ᾔτησεν παρὰ προσδοκίαν καὶ ἔτρωγεν ἀληθῶς
κοὐδὲν ἔφη βόλβαν τὴν ἀρετὴν ἀδικεῖν.
ΛΟΥΚΙΑΝΟΥ
Δαίμονα πολλὰ λαλῶν ὀζόστομος ἐξορκιστὴς
ἐξέβαλ', οὐχ ὅρκων, ἀλλὰ κόπρων δυνάμει.
<ΤΟΥ ΑΥΤΟΥ>
Εἰς τί μάτην νίπτεις δέμας Ἰνδικόν; ἴσχεο τέχνης·
οὐ δύνασαι δνοφερὴν νύκτα καθηλιάσαι.
ΤΟΥ ΑΥΤΟΥ
Ἐν πᾶσιν μεθύουσιν Ἀκίνδυνος ἤθελε νήφειν,
τοὔνεκα καὶ μεθύειν αὐτὸς ἔδοξε μόνος.
ΤΟΥ ΑΥΤΟΥ
Εἰ τὸ τρέφειν πώγωνα δοκεῖς σοφίαν περιποιεῖν,
καὶ τράγος εὐπώγων αἶψ' ὅλος ἐστὶ Πλάτων.

---

Pseudo-Lucianus Soph., Epigrammata. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg010.local001/.
