# Λούκιος ἢ Ὄνος 22

Pseudo-Lucian, Λούκιος ἢ Ὄνος, Section 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-2/22

τρισὶ δὲ ὕστερον ἡμέραις μεσούσης σχεδὸν τῆς νυκτὸς ἀναστρέφουσιν οἱ λῃσταί, χρυσίον μὲν οὐδὲ ἀργύριον οὐδὲ ἄλλο οὐδὲν κομίζοντες, μόνην δὲ παρθένον ὡραίαν, σφόδρα καλήν, κλάουσαν καὶ κατεσπαραγμένην τὴν ἐσθῆτα καὶ τὴν κόμην· καὶ καταθέμενοι αὐτὴν ἔνδον ἐπὶ τῶν στιβάδων θαρρεῖν ἐκέλευον καὶ τὴν γραῦν ἐκέλευον ἀεὶ ἔνδον μένειν καὶ τὴν παῖδα ἐν φρουρᾷ ἔχειν. ἡ δὲ παῖς οὔτε ἐμφαγεῖν τι ἤθελεν οὔτε πιεῖν, ἀλλὰ πάντα ἔκλαε καὶ τὴν κόμην τὴν αὑτῆς ἐσπάραττεν· ὥστε καὶ αὐτὸς πλησίον ἑστὼς παρὰ τῇ φάτνῃ συνέκλαον ἐκείνῃ τῇ καλῇ παρθένῳ. ἐν δὲ τούτῳ οἱ λῃσταὶ ἔξω ἐν τῷ προδόμῳ ἐδείπνουν. πρὸς ἡμέραν δὲ τῶν σκοπῶν τις τῶν τὰς ὁδοὺς φρουρεῖν εἰληχότων ἔρχεται ἀγγέλλων ὅτι ξένος ταύτῃ παριέναι μέλλοι καὶ πολὺν πλοῦτον κομίζοι. οἱ δὲ οὕτως ὡς εἶχον ἀναστάντες καὶ ὁπλισάμενοι κἀμὲ καὶ τὸν ἵππον ἐπισάξαντες ἤλαυνον. ἐγὼ δὲ ὁ δυστυχὴς ἐπιστάμενος ἐπὶ μάχην καὶ πόλεμον ἐξελαύνεσθαι ὀκνηρῶς προῄειν, ἔνθεν ἐπαιόμην τῷ ξύλῳ ἐπειγομένων αὐτῶν. ἐπεὶ δὲ ἥκομεν ἐς τὴν ὁδὸν ἔνθα ὁ ξένος παρελάσειν ἔμελλε, συμπεσόντες οἱ λῃσταὶ τοῖς ὀχήμασιν αὐτόν τε καὶ τοὺς ἐκείνου θεράποντας ἀπέκτειναν, καὶ ὅσα ἦν τιμιώτατα ἐξελόντες τῷ ἵππῳ κἀμοὶ ἐπέθηκαν, τὰ δὲ ἕτερα τῶν σκευῶν αὐτοῦ ἐν τῇ ὕλῃ ἔκρυψαν. ἔπειτα ἤλαυνον ἡμᾶς οὕτως ὀπίσω, κἀγὼ ἐπειγόμενος καὶ τῷ ξύλῳ τυπτόμενος κρούω τὴν ὁπλὴν περὶ πέτραν ὀξεῖαν καί μοι ἀπὸ τῆς πληγῆς γίνεται τραῦμα ἀλγεινόν· καὶ χωλεύων ἔνθεν τὸ λοιπὸν τῆς ὁδοῦ ἐβάδιζον. οἱ δὲ πρὸς ἀλλήλους ἔλεγον, Τί γὰρ ἡμῖν δοκεῖ τρέφειν τὸν ὄνον τοῦτον πάντα καταπίπτοντα; ῥίψωμεν αὐτὸν ἀπὸ τοῦ κρημνοῦ οἰωνὸν οὐκ ἀγαθόν. Ναί, φησί, ῥίψωμεν αὐτὸν καθαρισμὸν τοῦ στρατοῦ ἐσόμενον. καὶ οἱ μὲν συνετάττοντο ἐπ’ ἐμέ· ἐγὼ δὲ ἀκούων ταῦτα τῷ τραύματι λοιπὸν ὡς ἀλλοτρίῳ ἐπέβαινον· ὁ γὰρ τοῦ θανάτου με φόβος ἀναίσθητον τῆς ὀδύνης ἔθηκεν.

---

Pseudo-Lucian, Λούκιος ἢ Ὄνος, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg001.local001/.
