# Λούκιος ἢ Ὄνος 39

Pseudo-Lucian, Λούκιος ἢ Ὄνος, Section 39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-2/39

ἐντεῦθεν οὖν μετὰ τὰς μάστιγας λαβὼν τὴν δέσποιναν ἐβάδιζον καὶ πρὸς ἑσπέραν ἤδη καταλύομεν εἰς ἀγρὸν πλουτοῦντος ἀνθρώπου· καὶ ἦν οὗτος ἔνδον καὶ τὴν θεὸν μάλα ἄσμενος τῇ οἰκίᾳ ὑπεδέξατο καὶ θυσίας αὐτῇ προσήγαγεν. ἐνθάδε οἶδα μέγαν κίνδυνον αὐτὸς ὑποστάς· τῶν φίλων γάρ τις τῷ δεσπότῃ τῶν ἀγρῶν ἔπεμψε δῶρον ὄνου ἀγρίου μηρόν· τοῦτον ὁ μάγειρος σχευάσαι λαβὼν ῥᾳθυμίᾳ ἀπώλεσε, κυνῶν πολλῶν λαθραίως εἴσω παρελθόντων· ὃς δεδιὼς πληγὰς πολλὰς καὶ βάσανον ἐκ τῆς ἀπωλείας τοῦ μηροῦ ἔγνω κρεμάσαι ἑαυτὸν ἐκ τοῦ τραχήλου. ἡ δὲ γυνὴ ἡ τούτου, κακὸν ἐξαίσιον ἐμόν, Ἀλλὰ μήτε ἀπόθνησκε, εἶπεν, ὦ φίλτατε, μήτε ἀθυμίᾳ τοιαύτῃ δῷς σεαυτόν· πειθόμενος γάρ μοι πράξεις εὖ πάντα. τῶν κιναίδων τὸν ὄνον λαβὼν ἔξω εἰς ἔρημον χωρίον κἄπειτα σφάξας αὐτὸν τὸ μέρος μὲν ἐκεῖνο τὸν μηρὸν ἀποτεμὼν κόμιζε δεῦρο καὶ κατασκευάσας τῷ δεσπότῃ ἀπόδος καὶ τὸ ἄλλο τοῦ ὄνου κάτω που ἐς κρημνὸν ἄφες· δόξει γὰρ ἀποδρὰς οἴχεσθαί ποι καὶ εἶναι ἀφανής. ὁρᾷς δὲ ὡς ἔστιν εὔσαρκος καὶ τοῦ ἀγρίου ἐκείνου πάντα ἀμείνων; ὁ δὲ μάγειρος τῆς γυναικὸς ἐπαινέσας τὸ βούλευμα, Ἄριστα, ἔφη, σοι, γύναι, ταῦτα, καὶ τούτῳ μόνῳ τῷ ἔργῳ τὰς μάστιγας φυγεῖν ἔχω, καὶ τοῦτό μοι ἤδη πεπράξεται. ὁ μὲν οὖν ἀνόσιος οὗτος οὑμὸς μάγειρος ἐμοῦ πλησίον ἑστὼς τῇ γυναικὶ ταῦτα συνεβουλεύετο.

---

Pseudo-Lucian, Λούκιος ἢ Ὄνος, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg001.local001/.
