# Χαρίδημος ἢ Περὶ Κάλλους 12

Pseudo-Lucian, Χαρίδημος ἢ Περὶ Κάλλους, Section 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-3/12

καίτοι ταῦτ’ οὐ μόνον ἀπόδειξιν ἔχει πῶς οἱ κρείττους ἔχουσι περὶ τοῦτο, ἀλλὰ καὶ μαρτύριόν ἐστιν ἀψευδὲς τοῦ κρεῖττον εἶναι πάντων τῶν ἄλλων. οὐκοῦν Ἀθηνᾶ μὲν ἀνδρείας ἅμα καὶ φρονήσεως προέχειν ἐπιψηφίζει· ἀμφοτέρων γὰρ προΐστατο τούτων· Ἥρα δ’ ἁπάσης ἀρχῆς καὶ δυναστείας αἱρετώτερον ἀποφαίνει συνηγοροῦντ’ αὐτῇ καὶ τὸν Δία παραλαβοῦσα. εἰ τοίνυν οὕτω μὲν θεῖον καὶ σεμνὸν τὸ κάλλος ἐστίν, οὕτω δὲ περισπούδαστον τοῖς θεοῖς, πῶς ἂν ἡμῖν ἔχοι καλῶς μὴ καὶ αὐτοὺς μιμουμένους τοὺς θεοὺς ἔργῳ τε καὶ λόγῳ πᾶν ὅ τι ἔχομεν συναίρεσθαι τῷ κάλλει;

---

Pseudo-Lucian, Χαρίδημος ἢ Περὶ Κάλλους, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg008.local001/.
