# Χαρίδημος ἢ Περὶ Κάλλους 3

Pseudo-Lucian, Χαρίδημος ἢ Περὶ Κάλλους, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-3/3

Τούτων μὲν δὴ ἕνεκα οἶδά σοι χάριν. ἀλλ᾽ εἴ μοι τον πάντα λόγον ἐξ ἀρχῆς ἀποδοίης, ὅ τι τε ἦν ὅπερ ἀνέγνω βιβλίον Ἀνδροκλῆς τίνα τε νενίκηκε καὶ τίνας ὑμᾶς εἰς τὸ συμπόσιον κέκληκεν, οὕτως ἂν ἱκανὴν καταθεῖο τὴν χάριν. Τὸ μὲν δὴ βιβλίον ἦν ἐγκώμιον Ἡρακλέους ἔκ τινος ὀνείρατος, ὡς ἔλεγε, πεποιημένον αὐτῷ· νενίκηκε δὲ Διότιμον τὸν Μεγαρόθεν ἀνταγωνισάμενον αὐτῷ περὶ τῶν ἀσταχύων, μᾶλλον δὲ περὶ τῆς δόξης. Τί δ᾽ ἦν ὃ ἐκεῖνος ἀνέγνω βιβλίον; Ἐγκώμιον τοῖν Διοσκούροιν. ἔφασκε δὲ καὶ αὐτὸς ἐκ μεγάλων κινδύνων ὑπ᾽ ἐκείνων σεσωσμένος ταύτην αὐτοῖς καταθεῖναι τὴν χάριν, ἄλλως τε καὶ ὑπ᾿ ἐκείνων παρακεκλημένος ἐπ᾽ ἄκροις ἱστίοις ἐν τοῖς ἐσχάτοις κινδύνοις φανέντων.

---

Pseudo-Lucian, Χαρίδημος ἢ Περὶ Κάλλους, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg008.local001/.
