# Κυνικός 10

Pseudo-Lucian, Κυνικός, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-4/10

τέ δὲ καὶ λέγειν, ὅσα τῶν ἀφροδισίων ἕνεκα [πράγματα] ποιοῦσί τε καὶ πάσχουσιν οἵ ἄνθρωποι; καίτοι ῥᾴδιον θεραπεύειν ταύτην τὴν ἐπιθυμίαν, εἰ μή τις ἐθέλοι τρυφᾶν. καὶ οὐδ’ εἰς ταύτην ἡ μανία καὶ διαφθορὰ φαίνεται τοῖς ἀνθρώποις ἀρκεῖν. ἀλλ’ ἤδη καὶ τῶν ὄντων τὴν χρῆσιν ἀναστρέφουσιν ἑκάστῳ χρώμενοι πρὸς ὃ μὴ πέφυκεν, ὥσπερ εἴ τις ἀνθ’ ἁμάξης ἐθέλοι τῇ κλίνῃ καθάπερ ἁμάξῃ χρήσασθαι. Καὶ τίς οὗτος; Ὑμιεῖς, οἱ τοῖς ἀνθρώποις ἅτε ὑποζυγίοις χρῆσθε, κελεύετε δὲ αὐτοὺς ὥσπερ ἁμάξας τὰς κλίνας τοῖς τραχήλοις ἄγειν, αὐτοὶ δ’ ἄνω κατάκεισθε τρυφῶντες καὶ ἐκεῖθεν ὥσπερ ὄνους ἡνιοχεῖτε τοὺς ἀνθρώπους ταύτην, ἀλλὰ μὴ ταύτην τρέπεσθαι κελεύοντες· καὶ οἱ ταῦτα μάλιστα ποιοῦντες μάλιστα μακαρίζεσθε.

---

Pseudo-Lucian, Κυνικός, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg006.local001/.
