# Κυνικός 18

Pseudo-Lucian, Κυνικός, Section 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-4/18

κἄπειτα δὲ ἡμᾶς μετατίθεσθαι καὶ ἐπανορθοῦν τὰ ἡμέτερα ἀξιοῦτε, κακῶς βουλευομένων πολλάκις περὶ ὧν πράττομεν, αὐτοὶ ἄσκεπτοι ὄντες περὶ τῶν ἰδίων καὶ μηδὲν αὐτῶν κρίσει καὶ λογισμῷ ποιοῦντες, ἀλλ’ ἔθει καὶ ἐπιθυμίᾳ. τοιγαροῦν οὐδὲν ὑμεῖς διαφέρετε τῶν ὑπὸ χειμάρρου φερομένων ἐκεῖνοί τε γάρ, ὅπου ἂν ἴῃ τὸ ῥεῦμα, ἐκεῖ φέρονται, καὶ ὑμεῖς ὅπου ἂν αἱ ἐπιθυμίαι. πάσχετε δὲ παραπλήσιόν τι ὅ φασί τινα παθεῖν ἐφ’ ἵππον ἀναβάντα μαινόμενον· ἀρπάσας γὰρ αὐτὸν ἔφερεν ἄρα ὁ ἵππος· ὁ δὲ οὐκέτι καταβῆναι τοῦ ἵππου θέοντος ἐδύνατο. καί τις ἀπαντήσας ἠρώτησεν αὐτὸν ποίαν ἄπεισιν; ὁ δὲ εἶπεν, Ὅπου ἂν τούτῳ δοκῇ, δεικνὺς τὸν ἵππον. καὶ ὑμᾶς ἄν τις ἐρωτᾷ, ποῖ φέρεσθε; τἀληθὲς ἐθέλοντες λέγειν ἐρεῖτε ἁπλῶς μέν, ὅποιπερ ἂν ταῖς ἐπιθυμίαις δοκῇ, κατὰ μέρος δέ, ὅποιπερ ἂν τῇ ἡδονῇ δοκῇ, ποτὲ δέ, ὅπου τῇ δόξῃ, ποτὲ δὲ αὐ, τῇ φιλοκερδίᾳ· ποτὲ δὲ ὁ θυμός, ποτὲ δὲ ὁ φόβος, ποτὲ δὲ ἄλλο τι τοιοῦτον ὑμᾶς ἐκφέρειν δύναται· οὐ γὰρ ἐφ’ ἑνός, ἀλλ’ ἐπὶ πολλῶν ὑμεῖς γε ἵππων βεβηκότες ἄλλοτε ἄλλων, καὶ μαινομένων πάντων, φέρεσθε. τοιγαροῦν ἐκφέρουσιν ὑμᾶς εἰς βάραθρα καὶ κρημνούς. ἴστε δ’ οὐδαμῶς πρὶν πεσεῖν ὅτι πεσεῖσθαι μέλλετε.

---

Pseudo-Lucian, Κυνικός, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg006.local001/.
