# Κυνικός 4

Pseudo-Lucian, Κυνικός, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-4/4

Πῶς τοῦτο λέγεις; Ἐὰν σκοπῇς πρὸς ὅ τι γέγονεν ἕκαστον ὧν δεόμεθα, οἷον οἰκία ἆρ’ οὐχὶ σκέπης; Ναί. Τί δὲ ἐσθὴς τοῦ χάριν; ἄρα οὐχὶ καὶ αὐτὴ τῆς σκέπης; Ναί. Τῆς δὲ σκέπης αὐτῆς πρὸς θεῶν τίνος ἐδεήθημεν ἕνεκα; οὐχ ὥστε ἄμεινον ἔχειν τὸν σκεπόμενον; Δοκεῖ μοι. Πότερ’ οὖν τὼ πόδε κάκιον ἔχειν δοκὼ σοι; Οὐκ οἶδα. Ἀλλ’ οὕτως ἂν μάθοις· τί ποδῶν ἔστ’ ἔργον; Πορεύεσθαι. Κάκιον οὖν πορεύεσθαί σοι δοκοῦσιν οἱ ἐμοὶ πόδες ἢ οἱ τῶν πολλῶν; Τοῦτο μὲν οὐκ ἴσως. Οὐ τοίνυν οὐδὲ χεῖρον ἔχουσιν, εἰ μὴ χεῖρον τὸ ἑαυτῶν ἔργον ἀποδιδόασιν. Ἴσως. Τοὺς μὲν δὴ πόδας οὐδὲν φαίνομαι χεῖρον διακείμενος τῶν πολλῶν ἔχειν. Οὐκ ἔοικας. Τί δέ; τοὐμὸν σῶμα τὸ λοιπὸν ἆρα κάκιον; εἰ γὰρ κάκιον, καὶ ἀσθενέστερον, ἀρετὴ γὰρ σώματος ἰσχύς. ἆρ’ οὖν τὸ ἐμὸν ἀσθενέστερον; Οὐ φαίνεται. Οὐ τοίνυν οὔθ’ οἱ πόδες φαίνονταί μοι σκέπης ἐνδεῶς ἔχειν οὔτε τὸ λοιπὸν σῶμα· εἰ γὰρ ἐνδεῶς εἶχον, κακῶς ἂν εἶχον. ἡ γὰρ ἔνδεια πανταχοῦ κακὸν καὶ χεῖρον ἔχειν ποιεῖ ταῦτα οἷς ἂν προσῇ. ἀλλὰ μὴν οὐδὲ τρέφεσθαί γε φαίνεται χεῖρον τὸ σῶμα τοὐμόν, ὅτι ἀπὸ τῶν τυχόντων τρέφεται. Δῆλον γάρ. Οὐδὲ εὔρωστον, εἰ κακῶς ἐτρέφετο· λυμαίνονται γὰρ αἱ πονηραὶ τροφαὶ τὰ σώματα. Ἔστι ταῦτα.

---

Pseudo-Lucian, Κυνικός, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg006.local001/.
