# Κυνικός 8

Pseudo-Lucian, Κυνικός, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-4/8

ὑμεῖς δὲ τῷ δι’ ἀπληστίαν τε καὶ ἀκρασίαν ἁρπάζοντι πάντα τούτῳ μάλιστα ἐοίκατε πᾶσι χρῆσθαι ἀξιοῦντες καὶ τοῖς ἁπανταχοῦ, μὴ τοῖς παρ’ ὑμῖν μόνον, οὐ γῆν οὐ θάλατταν τὴν καθ’ αὑτοὺς αὐταρκεῖν νομίζοντες, ἀλλ’ ἀπὸ περάτων γῆς ἐμπορευόμενοι τὰς ἡδονὰς καὶ τὰ ξενικὰ τῶν ἐπιχωρίων ἀεὶ προτιμῶντες καὶ τὰ πολυτελῆ τῶν εὐτελῶν καὶ τὰ δυσπόριστα τῶν εὐπορίστων, καθόλου δὲ πράγματα καὶ κακὰ ἔχειν μᾶλλον ἐθέλοντες ἢ ἄνευ πραγμάτων ξῆν· τὰ γὰρ δὴ πολλὰ καὶ τίμια καὶ εὐδαιμονικὰ παρασκευάσματα, ἐφ’ οἷς ἀγάλλεσθε, διὰ πολλῆς ὑμῖν ταῦτα κακοδαιμονίας καὶ ταλαιπωρίας παραγίνεται. σκόπει γάρ, εἰ βούλει, τὸν πολύευκτον χρυσόν, σκόπει τὸν ἄργυρον, σκόπει τὰς οἰκίας τὰς πολυτελεῖς, σκόπει τὰς ἐσθῆτας τὰς ἐσπουδασμένας, σκόπει τὰ τούτοις ἀκόλουθα πάντα, πόσων πραγμάτων ἐστὶν ὤνια, πόσων πόνων, πόσων κινδύνων, μᾶλλον δὲ αἵματος καὶ θανάτου καὶ διαφθορᾶς ἀνθρώπων πόσης, οὐ μόνον ὅτι πλέοντες ἀπόλλυνται διὰ ταῦτα πολλοὶ καὶ ζητοῦντες καὶ δημιουργοῦντες δεινὰ πασχουσιν, ἀλλ’ ὅτι καὶ πολυμάχητά ἐστι καὶ ἐπιβουλεύετε ἀλλήλοις διὰ ταῦτα καὶ φίλοις φίλοι καὶ πατράσι παῖδες καὶ γυναῖκες ἀνδράσιν. [οὕτως οἶμαι καὶ τὴν Ἐριφύλην διὰ τὸν χρυσὸν προδοῦναι τὸν ἄνδρα.]

---

Pseudo-Lucian, Κυνικός, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg006.local001/.
