# Δημοσθένους Ἐγκώμιον 26

Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον, Section 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-5/26

τί δέ ἐστιν ὅ τι καὶ λέγεις; Μακεδονικοῖς, εἶπεν, ἐντυχὼν τῆς βασιλικῆς οἰκίας ὑπομνήμασι καὶ τότε ὑπερησθεὶς τὸ βιβλίον οὐ κατὰ πάρεργον ἐκτησάμην· καὶ νῦν ὑπεμνήσθην ἔχων οἴκαδε. γέγραπται δὲ ἄλλα τε τῶν Ἀντιπάτρῳ πραχθέντῶν ἐπὶ τῆς οἰκίας καὶ περὶ Δημοσθένους, ἅ μοι δοκεῖς οὐκ ἂν παρέργως ἀκοῦσαι. Καὶ μήν, εἶπον, ἤδη γέ σοι τῶν εὐαγγελίων χάρις καὶ τὰ λοιπὰ τῶν ἐπῶν. ἐγὼ μὲν οὖν οὐκ ἀπολείψομαί σου πρὶν ἢ τὴν ὑπόσχεσιν ἔργον σοι γενέσθαι. σὺ δ’ εἱστίακάς με λαμπρῶς τὴν Ὁμήρου γενέθλιον, ἔοικας δ’ ἑστιάσειν αὐτὸς καὶ τὴν Δημοσθένους.

---

Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg003.local001/.
