# Δημοσθένους Ἐγκώμιον 33

Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον, Section 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-5/33

ἐγὼ δὲ ταύτην μὲν δευτέραν ἔταττον ἐν χώρᾳ τιθεὶς ὀργάνου, Δημοσθένην δὲ αὐτὸν ὑπερηγάμην τοῦ τε φρονήματος καὶ τῆς συνέσεως, ἀκλινῆ τὴν ψυχὴν ἐπ᾿ ὀρθῆς ἐν ἁπάσαις φυλάττοντα τρικυμίαις τῆς τύχης καὶ πρὸς μηδὲν τῶν δεινῶν ἐνδιδόντα. καὶ Φίλιππον δὲ τὴν ἐμὴν γνώμην ἔχοντα περὶ τἀνδρὸς ἠπιστάμην· τούτῳ μέν γε δημηγορίας ἐξαγγελθείσης Ἀθήνηθέν ποτε καθαπτομένης τοῦ Φιλίππου καὶ Παρμενίωνος ἠγανακτηκότος καί τι καὶ σκωπτικὸν εἰς τὸν Δημοσθένην ἐπειπόντος, Ὦ, Παρμενίων, . ἔφη, δίκαιος ὁ Δημοσθένης παρρησίας τυγχάνειν· μόνος γέ τοι τῶν ἐπὶ τῆς Ἑλλάδος δημαγωγῶν οὐδαμοῦ τοῖς ἀπολογισμοῖς ἐγγέγραπται τῶν ἐμῶν ἀναλωμάτων, καίτοι μᾶλλον ἠβουλόμην ἢ γραμματεῦσι καὶ τριταγωνισταῖς ἐμαυτὸν πεπιστευκέναι. νῦν δ’ ἐκείνων μὲν ἕκαστος ἀπογέγραπται χρυσίον ξύλα πόρους θρέμματα γῆν οὐ Βοιωτίας οὐδ’ ἔνθα τι μὴ παρ’ ἐμοῦ λαβόντες. ἡμεῖς δὲ θᾶττον ἂν τῶν Βυζαντίων τὸ τεῖχος ἕλοιμεν μηχαναῖς ἡ Δημοσθένην χρυσίῳ.

---

Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg003.local001/.
