# Δημοσθένους Ἐγκώμιον 9

Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον, Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-5/9

ἀλλ’ οὐδὲν ἧττον τοὐμὸν ἀγώνισμα τῶν εἰς Ὅμηρον ἐγκωμίων διπλάσιον ἔργον ἢ τοὺς σοὺς εἰς Δημοσθένην ἐπαίνους τίθημι, οὐ τοῖς μέτροις, ἀλλὰ τῇ ὑποθέσει φημί, τῷ τοὐμὸν μὲν οὐκ ἔχειν ἑδραίαν τινὰ χρηπῖδα τῶν ἐπαίνων ὑποβάλλεσθαι πλήν γε τῆς ποιητικῆς αὐτῆς· τὰ δ’ ἄλλα τῷ μὲν ἀσαφῆ, πατρὶς καὶ γένος καὶ χρόνος· εἰ γοῦν τι σαφὲς αὐτῶν ἦν, οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις, πατρίδα μὲν αὐτῷ διδόντων Ἴον ἢ Κολοφῶνα ἢ Κύμην ἢ Χίον ἢ Σμύρναν ἢ Θήβας τὰς Αἰγυπτίας ἢ μυρίας ἄλλας, πατέρα δὲ Μαίονα τὸν Λυδὸν ἢ ποταμὸν καὶ μητέρα Μελανώπην φασὶν ἢ νύμφην τῶν Δρυάδων ἀνθρωπίνου γένους ἀπορίᾳ, χρόνον δὲ τὸν ἡρωϊκὸν ἢ τὸν Ἰωνικόν. καὶ μηδ’ ὅπως πρὸς τὸν Ἡσίοδον εἶχεν ἡλικίας σαφῶς εἰδέναι, ὅπου γε καὶ τοὔνομα πρὸ τοῦ γνωρίμου τὸ Μελησιγενῆ προκρίνουσι· τύχην δὲ πενίας ἢ πάθος ὀμμάτων. ἀλλὰ μὴν βέλτιον ἂν εἴη καὶ ταῦτα ἐᾶν ἐν ἀσαφεῖ κείμενα. περὶ στενὸν δή μοι κομιδῇ τὸ ἐγκώμιον, ποίησιν ἄπρακτον ἐπαινέσαι καὶ σοφίαν ἐκ τῶν ἐπῶν εἰκαζομένην συλλέγειν.

---

Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg003.local001/.
