# Ἀλκυών 4

Pseudo-Lucian, Ἀλκυών, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-6/4

μετὰ μικρὸν δὲ θαυμαστή τις κατάστασις εὐδίας ἐγένετο καὶ διέμεινεν αὕτη γε ἕως τοῦ νῦν. πότερον οὖν οἴει μεῖζόν τι καὶ ἐργωδέστερον εἶναι τοιαύτην αἰθρίαν ἐξ ἐκείνης τῆς ἀνυποστάτου λαίλαπος καὶ ταραχῆς μεταθεῖναι καὶ εἰς γαλήνην ἀναγαγεῖν τὸν ἅπαντα κόσμον, ἢ γυναικὸς εἶδος μεταπλασθὲν εἰς ὄρνιθός τινος ποιῆσαι; τὸ μὲν γὰρ τοιοῦτον καὶ τὰ παιδάρια τὰ παρ’ ἡμῖν τὰ πλάττειν ἐπιστάμενα, πηλὸν ἢ κηρὸν ὅταν λάβῃ, ῥᾳδίως ἐκ τοῦ αὐτοῦ πολλάκις ὄγκου μετασχηματίζει πολλὰς ἰδεῶν φύσεις. τῷ δαιμονίῳ δὴ μεγάλην καὶ οὐ συμβλητὴν ὑπεροχὴν ἔχοντι πρὸς τὰς ἡμετέρας δυνάμεις εὐχερῆ τυχὸν ἴσως ἅπαντα τὰ τοιαῦτα καὶ λεῖα· ἐπεὶ τὸν ὅλον οὐρανὸν πόσῳ τινὶ σαυτοῦ δοκεῖς εἶναι μείζω; φράσαις ἄν;

---

Pseudo-Lucian, Ἀλκυών, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg004.local001/.
