# Ὠκύπους 1.33-77

Pseudo-Lucian, Ὠκύπους, Edition urn:cts:greekLit:tlg0061.tlg005.1st1K-grc1, lines 1.33-1.77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-7/1.33

καὶ κλεψίχωλον πόδα τιθεὶς ἰχνευμένον
δύστηνος αὐτὸς ἐκ δόμων προσέρχεται.
Πόθεν δ’ ὁ δεινὸς κατὰ ποδῶν οὗτος παρῆν
ἀτραυμάτιστος, ἄβατος, ἄστατος πόνος;
τείνει δὲ νεῦρον οἷα τοξότης ἀνὴρ
βέλος προπέμπων καὶ στένειν βιάζεται·
τὸ τῶν πονούντων ἔσχατον στοιχεῖ χρόνῳ.
Ἔπαιρε σαυτόν, ὦ τέκνον, καὶ κούφισον.
μή πῶς με πίπτων καταβάλῃς σὺ χωλὸς ὦν.
Ἰδού, κρατῶ σε δίχα βάρους καὶ πείθομαι
καὶ τὸν πονοῦντα πόδα τιθῶ καὶ καρτερῶ·
νεωτέρῳ γὰρ αἶσχος ἐν παισὶν ἀεὶ
ὑπηρέτης ἀδύνατος γογγύζων γέρων.
Μὴ μὴ σὺ ταῦτα, μωρέ, μή με κερτομει,
μή μ’ ὡς νέος κόμπαξε, τοῦτ’ εἰδὼς ὅτι
ἐν ταῖς ἀνάγκαις πᾶς γέρων ἐστὶν νέος.
πείθου λέγοντι· τὸ πέρας ἂν ὑποσπάσω,
ἔστην ὁ πρέσβυς, σὺ δ’ ὁ νέος πίπτεις χαμαί.
Σὺ δ’ ἂν σφαλῇς, πέπτωκας ἄπονος ὢν γέρων.
προθυμία γὰρ ἐν γέρουσι παρέπεται,
πρᾶξις δὲ τούτοις οὐκέτ’ ἐστὶν εὔτονος.
Τί μοι σοφίζῃ. κοὺ λέγεις οἵῳ τρόπῳ
πόνος προσῆλθε σοῦ ποδὸς κοίλην βασιν;
Δρόμοισιν ἀσκῶν, κοῦφον ὡς τιθῶ πόδα,
τρέχων ἔτεινα. καὶ συνεμμίχθην πόνῳ.
Πάλιν τρέχ᾿, ὡς τις εἶπεν, ὃς καθήμενος
πώγωνα τίλλει χουριῶν ὑπ’ ὠλέναις.
Οὐκοῦν παλαίων ὡς θέλων παρεμβολὴν
βαλεῖν ἐπλήγην. τοῦτο δὴ πίστευέ μοι.
Ποῖος στρατιώτης γέγονας, ἵνα παρεμβολὴν
βαλὼν σὺ πληγῇς; περικυκλεῖς ψευδῆ λόγον.
τὸν αὐτὸν ἡμεῖς εἴχομεν λόγον ποτὲ
μηδενὶ λέγοντες τὴν ἀλήθειαν φίλων.
νῦν δ’ εἰσορᾷς ἅπαντας ἐξ . . . . .
ὁ πόνος δ’ ἑλίξας ἐμμελῶς διαστρέφει.
Ποῖ ποῖ καθεύρω κλεινὸν Ὠκύπουν, φίλοι,
τὸν πόδα πονοῦντα καὶ βάσιν παρειμένον;
ἰατρὸς ὢν γὰρ ἔκλυον ὑπὸ φίλου τινὸς
πάσχοντα δεινὰ τοῦτον ἀστάτῳ πάθει.
ἀλλ’ αὐτὸς οὗτος ἐγγὺς ὀμμάτων ἐμῶν
κεῖται κατ’ εὐνῆς ὕπτιος βεβλημένος.
ἀσπάζομαί σε πρὸς θεῶν, καὶ σὸν πάθος
τί τοῦτο; λέξον, Ὠκύπου, τάχ’, ὡς μάθω
εἰ γὰρ μάθοιμι, τυχὸν ἴσως ἰάσομαι
τὸ δεινὸν ἄλγος, τοῦ πάθους τὴν συμφορᾶν.

---

Pseudo-Lucian, Ὠκύπους, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg005.local001/.
