# Φιλόπατρις ἢ Διδασκόμενος 12

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, Section 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-8/12

Καὶ τίνα ἐπομόσωμαί γε; Ὑψιμέδοντα θεόν, μέγαν, ἄμβροτον, οὐρανίωνα, υἱὸν πατρός, πνεῦμα ἐκ πατρὸς ἐκπορευόμενον, ἓν ἐκ τριῶν καὶ ἐξ ἑνὸς τρία, ταῦτα νόμιξε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν. ταῦτα νόμιξε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν. Ἀριθμέειν με διδάσκεις, καὶ ὅρκος ἡ ἀριθμητική· καὶ γὰρ ἀριθμέεις ὡς Νικόμαχος ὁ Γερασηνός. οὐχ οἶδα γὰρ τί λέγεις, ἓν τρία, τρία ἕν. μὴ τὴν τετρακτὺν φὴς τὴν Πυθαγόρου ἢ τὴν ὀγδοάδα καὶ τριακάδα; Σίγα τὰ νέρθε καὶ τὰ σιγῆς ἄξια. οὐκ ἔσθ’ ὧδε μετρεῖν τὰ ψυλλῶν ἴχνη. ἐγὼ γάρ σε διδάξω τί τὸ πᾶν καὶ τίς ὁ πρῴην πάντων καὶ τί τὸ σύστημα τοῦ παντός· καὶ γὰρ πρῴην κἀγὼ ταῦτα ἔπασχον ἅπερ σύ, ἡνίκα δέ μοι Γαλιλαῖος ἐνέτυχεν, ἀναφαλαντίας, ἐπίρρινος, ἐς τρίτον οὐρανὸν ἀεροβατήσας καὶ τὰ κάλλιστα ἐκμεμαθηκώς, δι᾿ ὕδατος ἡμᾶς ἀνεκαίνισεν, ἐς τὰ τῶν μακάρων ἴχνια παρεισώδευσε καὶ ἐκ τῶν ἀσεβῶν χώρων ἡμᾶς ἐλυτρώσατο. καὶ σὲ ποιήσω, ἤν μου ἀκούῃς, ἐπ᾿ ἀληθείας ἄνθρωπον.

---

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg007.local001/.
