# Φιλόπατρις ἢ Διδασκόμενος 15

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, Section 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-8/15

Καὶ πῶς ὁ αὐτὸς ποιητής, ὦ καλὲ Κριτία, διττὴν ἐπιλέγει τὴν εἱμαρμένην καὶ ἀμφίβολον, ὡς τόδε μέν τι πράξαντι, τοιῷδε τέλει συγκῦρσαι, τοῖον δὲ ποιήσαντι, ἑτέρῳ τέλει ἐντυχεῖν; ὡς ἐπ’ Ἀχιλλέως, διχθαδίας Κῆρας φερέμεν θανάτοιο τέλοσδε· εἰ μέν κ’ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται. εἰ δέ κεν οἴκαδ’ ἵκωμαι, ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν ἔσσεται. ἀλλὰ καὶ ἐπὶ Εὐχήνορος, ὅς ρ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε· πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος, νούσῳ ὑπ’ ἀργαλέῃ φθῖσθαι οἷς ἐν μεγάροισιν ἢ μετ’ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι. διχθαδίας Κῆρας φερέμεν θανάτοιο τέλοσδε· εἰ μέν κ’ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται. εἰ δέ κεν οἴκαδ’ ἵκωμαι, ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν ἔσσεται. ὅς ρ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε· πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος, νούσῳ ὑπ’ ἀργαλέῃ φθῖσθαι οἷς ἐν μεγάροισιν ἢ μετ’ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι.

---

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg007.local001/.
