# Φιλόπατρις ἢ Διδασκόμενος 17

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, Section 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-8/17

Εὖ πάντα ἀνακυκλεῖς, ὦ Τριεφῶν· ἀλλά μοι τόδε εἰπέ, εἰ καὶ τὰ τῶν Σκυθῶν ἐν τῷ οὐρανῷ ἐγχαράττουσι; Πάντα, εἰ τύχῃ γε χρηστὸς καὶ ἐν ἔθνεσι. Πολλούς γε γραφέας φὴς ἐν τῷ οὐρανῷ, ὡς ἅπαντα ἀπογράφεσθαι. Εὐστόμει καὶ μηδὲν εἴπῃς φλαῦρον θεοῦ δεξιοῦ, ἀλλὰ κατηχούμενος πείθου παρ’ ἐμοῦ, εἴπερ ξῆν χρήζεις εἰς τὸν αἰῶνα. εἰ οὐρανὸν ὡς δέρριν ἐξήπλωσε, γῆν δὲ ἐφ’ ὕδατος ἔπηξεν, ἀστέρας ἐμόρφωσεν, ἄνθρωπον ἐκ μὴ ὄντος παρήγαγε, τί παράδοξον καὶ τὰς πράξεις πάντων ἐναπογράφεσθαι; καὶ γὰρ σοὶ οἰκίδιον κατασκευάσαντι, οἰκέτιδας δὲ καὶ οἰκέτας ἐν αὐτῷ συναγαγοντι, οὐδέποτέ σε διέλαθε τούτων πρᾶξις ἀπόβλητος· πόσῳ μᾶλλον τὸν πάντα πεποιηκότα θεὸν οὐχ ἅπαντα ἐν εὐκολία διαδραμεῖν ἑκάστου πρᾶξιν καὶ ἔννοιαν; οἱ γάρ σου θεοὶ κότταβος τοῖς εὖ φρονοῦσιν ἐγένοντο.

---

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg007.local001/.
