# Φιλόπατρις ἢ Διδασκόμενος 2

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-8/2

Ἡράλλεις, τῶν θαυμασίων ἐκείνων φα σμάτων ἢ ἀκουσμάτων, ἅπερ Κριτίαν ἐξέπληξαν. πόσοι γὰρ ἐμβρόντητοι ποιηταὶ καὶ τερατολογίαι φιλοσόφων οὐκ ἐξέπληξάν σου τὴν διάνοιαν, ἀλλὰ λῆρος πάντα γέγονεν ἐπὶ σοί. Πέπαυσο ἐς μικρὸν καὶ μηκέτι παρενοχλή σῃς, ὦ Τριεφῶν· οὐ γὰρ παροπτέος ἢ ἀμελητέος γενήσῃ παρ’ ἐμοῦ. Οἶδ’ ὅτι οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον πρᾶγμα ἀνακυκλεῖς, ἀλλὰ καὶ λίαν τῶν ἀπορρήτων· ὁ γὰρ χρὼς καὶ τὸ ταυρηδὸν ὑποβλέπειν καὶ τὸ ἄστατον τῆς βάσεως τό τε ἄνω καὶ κάτω περιπολεῖν ἀρίγνωτόν σε καθίστησιν. ἀλλ’ ἄμπνευσον τοῦ δεινοῦ, ἐξέμεσον τοὺς ὕθλους, μή τι κακὸν παθέῃς. Σὺ μέν, ὦ Τριεφῶν, ὅσον πέλεθρον ἀνάδραμε ἀπ’ ἐμοῦ, ἵνα μὴ τὸ πνεῦμα ἐξάρῃ σε καὶ πεδάρσιος τοῖς πολλοῖς ἀναφανῇς καί που καταπεσὼν Τριεφώντειον πέλαγος κατονομάσῃς, ὡς καὶ Ἴκαρος τὸ πρίν· ἃ γὰρ ἀκήκοα τήμερον παρὰ τῶν τρισκαταράτων ἐκείνων σοφιστῶν, μεγάλως ἐξώγκωσέ μου τὴν νηδύν. Ἐγὼ μὲν ἀναδραμοῦμαι ὁπόσον καὶ βούλει, σὺ δὲ ἄμπνευσον τοῦ δεινοῦ. Φῦ φῦ φῦ φῦ τῶν ὕθλων ἐκείνων, ἰοὺ ἰοὺ ἰοὺ ἰοὺ τῶν δεινῶν βουλευμάτων, αἲ αἲ αἲ αἲ τῶν κενῶν ἐλπίδων.

---

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg007.local001/.
