# Φιλόπατρις ἢ Διδασκόμενος 24

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, Section 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-8/24

ὡς δ’ ἀεροβατοῦντες ἐπυνθάνοντο, Πῶς τὰ τῆς πόλεως καὶ τὰ τοῦ κόσμου; ἦν δ’ ἐγώ, Χαίρουσί γε πάντες καὶ ἔτι γε χαρήσονται. οἱ δὲ ἀνένευον ταῖς ὀφρύσιν, Οὐχ οὕτω· δυστοκεῖ γὰρ ἡ πόλις. ἦν δ’ ἐγὼ κατὰ τὴν αὐτῶν γνώμην· Ὑμεῖς πεδάρσιοι ὄντες καὶ ὡς ἀπὸ ὑψηλοῦ ἅπαντα καθορῶντες ὀξυδερκέστατα καὶ τάδε νενοήκατε. πῶς δὲ τὰ τοῦ αἰθέρος; μῶν ἐκλείψει ὁ ἥλιος, ἡ δὲ σελήνη κατὰ κάθετον γενήσεται; ὁ Ἄρης εἰ τετραγωνήσει τὸν Δία καὶ ὁ Κρόνος διαμετρήσει τὸν ἥλιον; ἡ Ἀφροδίτη εἰ μετὰ τοῦ Ἑρμοῦ συνοδεύσει καὶ Ἑρμαφροδίτους ἀποκυήσουσιν, ἐφ’ οἷς ὑμεῖς ἥδεσθε; εἰ ῥαγδαίους ὑετοὺς ἐκπέμψουσιν; εἰ νιφετὸν πολὺν ἐπιστρωννύσουσι τῇ γῇ, χάλαζαν δὲ καὶ ἐρυσίβην εἰ κατάξουσι, λοιμὸν καὶ λιμὸν εἰ ἐπιπέμψουσιν, εἰ τὸ κεραυνοβόλον ἀγγεῖον ἀπεγεμίσθη καὶ τὸ βροντοποιὸν δοχεῖον ἀνεμεστώθη;

---

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg007.local001/.
