# Φιλόπατρις ἢ Διδασκόμενος 25

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, Section 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-8/25

οἱ δὲ ὡς ἅπαντα κατωρθωκότες κατεφλυάρουν τὰ αὑτῶν ἐράσμια, ὡς μεταλλαγῶσι τὰ πράγματα, ἀταξίαι δὲ καὶ ταραχαὶ τὴν πόλιν καταλήψονται, τὰ στρατόπεδα ἥττονα τῶν ἐναντίων γενήσονται. τοῦτο ἐχταραχθεὶς καὶ ὥσπερ πρῖνος καόμενος οἰδηθεὶς διάτορον ἀνεβόησα, Ὦ, δαιμόνιοι ἀνδρῶν, μὴ μεγάλα λίαν λέγετε θήγοντες ὀδόντας κατ’ ἀνδρῶν θυμολεόντων πνειόντων δόρυ καὶ λόγχας καὶ λευκολόφους τριφαλείας. ἀλλὰ ταῦθ’ ὑμῖν ἐπὶ κεφαλὴν καταβήσεται, ὡς τὴν πατρίδα ὑμῶν κατατρύχετε· οὐ γὰρ αἰθεροβατοῦντες ταῦτα ἠκηκόητε, οὐ τὴν πολυάσχολον μαθηματικὴν κατωρθώκατε. εἰ δέ γε μαντεῖαι καὶ γοητεῖαι ὑμᾶς παρέπεισαν, διπλοῦν τὸ τῆς ἀμαθίας· γυναικῶν γὰρ εὑρέματα ταῦτα γραϊδίων καὶ παίγνια· ἐπὶ πολὺ γὰρ τὰ τοιαῦτα αἱ τῶν γυναικῶν ἐπίνοιαι μετέρχονται.

---

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg007.local001/.
