# Φιλόπατρις ἢ Διδασκόμενος 26

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, Section 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-8/26

Τί δὲ πρὸς ταῦτα ἔφησαν, ὦ καλὲ Κριτία, οἱ κεκαρμένοι τὴν γνώμην καὶ τὴν διάνοιαν; Ἅπαντα ταῦτα παρέδραμον εἰς ἐπίνοιαν τετεχνασμένην καταπεφευγότες· ἔλεγον γάρ, Ἡλίους δέκα ἄσιτοι διαμενοῦμεν καὶ ἐπὶ παννύχους ὑμνῳδίας ἐπαγρυ πνοῦντες ὀνειρώττομεν τὰ τοιαῦτα. Σὺ δὲ τί πρὸς αὐτοὺς εἴρηκας; μέγα γὰρ ἔφησαν καὶ διηπορημένον. Θάρσει, οὐκ ἀγεννές· ἀντεῖπον γὰρ τὰ κάλλιστα. τὰ γὰρ παρὰ τῶν ἀστικῶν θρυλλούμενα, ἔφην, περὶ ὑμῶν, ὁπόταν ὀνειροπολεῖτε, τὰ τοιαῦτά που παρεισάγονται. οἵ δὲ σεσηρὸς ὑπομειδιῶντες, Ἔξω που παρέρχονται τοῦ κλινιδίου. ἦν δ’ ἐγώ, Εἰ ἀληθῆ εἰσι ταῦτα, ὦ αἰθέριοι, οὐκ ἄν ποτε ἀσφαλῶς τὰ μέλλοντα ἐξιχνεύσητε, ἀλλὰ καταπεισθέντες ὑπ’ αὐτῶν ληρήσετε τὰ μὴ ὄντα μηδὲ γενησόμενα. ἀλλὰ ταῦτα μὲν οὐκ οἷδ’ ὅπως ληρεῖτε ὀνείροις πιστεύοντες, καὶ τὰ κάλλιστα βδελύττεσθε, τοῖς δὲ πονηροῖς ἤδεσθε, μηδὲν ὀνούμενοι τοῦ βδελύγματος. ὥστε ἐάσετε τὰς ἀλλοκότους ταύτας φαντασίας καὶ τὰ πονηρὰ βουλεύματα καὶ μαντεύματα, μή που θεὸς ὑμᾶς ἐς κόρακας βάλοι διὰ τὸ τῇ πατρίδι ἐπαρᾶσθαι καὶ λόγους κιβδήλους ἐπιφημίζειν.

---

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg007.local001/.
