# Φιλόπατρις ἢ Διδασκόμενος 27

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, Section 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-8/27

οὗτοι δὲ ἅπαντες ἕνα θυμὸν ἔχοντες ἐμοὶ πολλὰ κατεμέμφοντο. καὶ εἰ βούλει, καὶ τάδε προστιθῶ σοι, ἅτινά με καὶ ὡς στήλην ἄναυδον ἔθηκαν, μέχρις ἂν ἡ χρηστή σου λαλιὰ λιθούμενον ἀνέλυσε καὶ ἄνθρωπον ἀπεκατέστησε. Σίγα, ὦ Κριτία, καὶ μὴ ὑπερεκτείνῃς τοὺς ὕθλους· ὁρᾶς γὰρ ὡς ἐξώγκωταί μου ἡ νηδὺς καὶ ὥσπερ κυοφορῶ· ἐδήχθην γὰρ τοῖς παρὰ σοῦ λόγοις ὡς ὑπὸ κυνὸς λυττῶντος. καὶ εἰ μὴ φάρμακον ληθεδανὸν ἐμπιὼν ἠρεμήσω, αὕτη ἡ μνήμη οἰκουροῦσα ἐν ἐμοὶ μέγα κακὸν ἐργάσεται. ὥστε ἔασον τούτους τὴν εὐχὴν ἀπὸ πατρὸς ἀρξάμενος καὶ τὴν πολυώνυμον ᾠδὴν ἐς τέλος ἐπιθείς.

---

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg007.local001/.
