# Φιλόπατρις ἢ Διδασκόμενος 28

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, Section 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-8/28

ἀλλὰ τί τοῦτο; οὐχὶ Κλεόλαος οὗτός ἐστιν, ὁ τοῖς ποσὶ μακρὰ βιβάς, σπουδῇ δὲ ἥκει καὶ κατέρχεται; μῶν ἐπιφωνήσομεν αὐτῷ; Καὶ μάλα. Κλεόλαε, μή τι παραδράμῃς γε ποσὶ μηδὲ παρέλθῃς, ἀλλ’ ἐλθὲ χαίρων, εἴ γέ που μῦθον φέρεις. Χαίρετ’ ἄμφω, ὦ καλὴ ξυνωρίς. Τίς ἡ σπουδή; ἀσθμαίνεις γὰρ ἐπὶ πολύ. μῶν τι καινὸν πέπρακται; Πέπτωκεν ὀφρὺς ἡ πάλαι βοωμένη Περσῶν, καὶ Σοῦσα κλεινὸν ἄστυ. πεσεῖ δ’ ἔτι γε πᾶσα χθὼν Ἀραβίας χειρὶ κρατοῦντος εὐσθενωτάτῳ κράτει. καὶ Σοῦσα κλεινὸν ἄστυ. πεσεῖ δ’ ἔτι γε πᾶσα χθὼν Ἀραβίας χειρὶ κρατοῦντος εὐσθενωτάτῳ κράτει.

---

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg007.local001/.
