# Φιλόπατρις ἢ Διδασκόμενος 29

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, Section 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-8/29

Τοῦτ’ ἐκεῖνο, ὡς ἀεὶ τὸ θεῖον οὐκ ἀμελεῖ τῶν ἀγαθῶν, ἀλλ’ αὔξει ἄγον ἐπὶ τὰ κρείττονα. ἡμεῖς δέ, ὦ Τριεφῶν, τὰ κάλλιστα εὑρηκότες ἐσμέν. ἐδυσχέραινον γὰρ ἐν τῇ ἀποβιώσει τί τοῖς τέκνοις καταλιπεῖν ἐπὶ ταῖς διαθήκαις· οἶδας γὰρ τὴν ἐμὴν πενίαν ὡς ἐγὼ τὰ σά. τοῦτο ἀρκεῖ τοῖς παισίν, αἱ ἡμέραι τοῦ αὐτοκράτορος· πλοῦτος γὰρ ἡμᾶς οὐκ ἐκλείψει καὶ ἔθνος ἡμᾶς οὐ καταπτοήσει. Κἀγώ, ὦ Κριτία, ταῦτα καταλείπω τοῖς τέκνοις, ὡς ἴδωσι Βαβυλῶνα ὀλλυμένην, Αἶγυπτον δουλουμένην, τὰ τῶν Περσῶν τέκνα δούλειον ἦμαρ ἄγοντα, τὰς ἐκδρομὰς τῶν Σκυθῶν παυομένας, εἴθ’ οὖν καὶ ἀνακοπτομένας. ἡμεῖς δὲ τὸν ἐν Ἀθήναις Ἄγνωστον ἐφευρόντες καὶ προσκυνήσαντες χεῖρας εἰς οὐρανὸν ἐκτείναντες τούτῳ εὐχαριστήσομεν ὡς καταξιωθέντες τοιούτου κράτους ὑπήκοοι γενέσθαι, τοὺς δὲ λοιποὺς ληρεῖν ἐάσωμεν ἀρκεσθέντες ὑπὲρ αὐτῶν εἰπεῖν τὸ οὐ φροντὶς Ἱπποκλείδῃ κατὰ τὴν παροιμίαν.

---

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg007.local001/.
