# Φιλόπατρις ἢ Διδασκόμενος 8

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text-8/8

Ἄρεα δὲ καὶ Ἀφροδίτην οἶδα μὴ παραδέχεσθαί σε διὰ τὸ προδιαβληθῆναι πρῴην παρὰ σοῦ. ὥστε ἐάσωμεν τούτους. τῆς Ἀθηνᾶς ἔτι ἐπιμνησθήσομαι, τῆς παρθένου, τῆς ἐνόπλου καὶ καταπληκτικῆς θεᾶς, ἢ καὶ τὴν τῆς Γοργόνος κεφαλὴν ἐν τῷ στήθει περιάπτεται, τὴν γιγαντολέτιν θεόν. οὐ γὰρ ἔχεις τι λέγειν περὶ αὐτῆς. Ἐρῶ σοι καὶ περὶ ταύτης, ἤν μοι ἀποκρίνῃ. Λέγε ὅ τι γε βούλει. Εἰπέ μοι, ὦ Κριτία. τί τὸ χρήσιμον τῆς Γοργόνος καὶ τί τῷ στήθει τοῦτο ἡ θεὰ ἐπιφέρεται; Ὡς φοβερόν τι θέαμα καὶ ἀποτρεπτικὸν τῶν δεινῶν. ἀλλὰ καὶ καταπλήσσει τοὺς πολεμίους καὶ ἑτεραλκέα τὴν νίκην ποιεῖ, ὅπου γε βούλεται. Μῶν καὶ διὰ τοῦτο ἡ Γλαυκῶπις ἀκαταμάχητος´ Καὶ μάλα. Καὶ διὰ τί οὐ τοῖς σώζειν δυναμένοις, ἀλλὰ τοῖς σωζομένοις μηρία καίομεν ταύρων ἠδ’ αἰγῶν, ὡς ἡμᾶς ἀκαταμαχήτους ἐργάσωνται ὥσπερ τὴν Ἀθηνᾶν; Ἀλλ’ οὔ οἱ δύναμίς γε πόρρωθεν ἐπιβοηθεῖν ὥσπερ τοῖς θεοῖς, ἀλλ’ εἴ τις αὐτὴν ἐπιφέρεται.

---

Pseudo-Lucian, Φιλόπατρις ἢ Διδασκόμενος, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg007.local001/.
