# Ἔρωτες 33

Pseudo-Lucian, Ἔρωτες, Section 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text/33

γάμοι μὲν γὰρ διαδοχῆς ἀναγκαίας εὕρηνται φάρμακα, μόνος δὲ ὁ ἄρρην ἔρως φιλοσόφου καλόν ἐστι ψυχῆς ἐπίταγμα. πᾶσι δὲ τοῖς ἐκ τοῦ περιόντος εἰς εὐπρέπειαν ἠσκημένοις ἕπεται τιμὴ πλείων ἢ ὅσα τῆς παραυτὰ χρείας ἐπιδεῖται, καὶ πάντη τοῦ ἀναγκαίου τὸ καλὸν κρεῖττον. ἄχρι μὲν οὖν ὁ βίος ἀμαθὴς ἦν οὐδέπω τῆς καθ’ ἡμέραν πείρας πρὸς τὸ βέλτιον εὐσχολῶν, ἀγαπητῶς ἐπ’ αὐτὰ τὰ ἀναγκαῖα συνεστέλλετο, τῆς δὲ ἀγαθῆς διαίτης ἐπείγων ὁ χρόνος οὐ παρέσχεν εὕρεσιν. ἐπειδὴ δὲ αἱ μὲν ἐσπευσμέναι χρεῖαι πέρας εἶχον, οἱ δὲ τῶν ἐπιγιγνομένων ἀεὶ λογισμοὶ τῆς ἀνάγκης ἀφεθέντες ηὐκαίρουν ἐπινοεῖν τι τῶν κρειττόνων, ἐκ τούτου κατ’ ὀλίγον ἐπιστῆμαι συνηύξοντο. τοῦτο δ’ ἡμῖν ἀπὸ τῶν ἐντελεστέρων τεχνῶν ἔνεστιν εἰκάζειν. αὐτίκα πρῶτοί τινες ἄνθρωποι γενόμενοι τοῦ καθ’ ἡμέραν λιμοῦ φάρμακον ζξήτουν, εἶθ’ ἁλισκόμενοι τῇ πρὸς τὸ παρὸν ἐνδείᾳ, τῆς ἀπορίας οὐκ ἐώσης ἐλέσθαι τὸ βέλτιον, τὴν εἰκαίαν πόαν ἐσιτοῦντο καὶ μαλθακὰς ῥίζας ὀρύττοντες καὶ τὰ πλεῖστα δρυὸς καρπὸν ἐσθίοντες. ἀλλ’ ἡ μὲν ἀλόγοις ζῴοις μετὰ χρόνον ἐρρίφη, σπόρον δὲ πυροῦ καὶ κριθῆς εἶδον αἱ γεωργῶν ἐπιμέλειαι εὑροῦσαι κατ’ ἔτος ἐκνεάζοντα. καὶ οὐδὲ μα νεὶς ἂν εἴποι τις ὅτι δρῦς στάχυος ἀμείνων.

---

Pseudo-Lucian, Ἔρωτες, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg002.local001/.
