# Ἔρωτες 36

Pseudo-Lucian, Ἔρωτες, Section 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text/36

ἐμοὶ μὲν γὰρ ὀλίγου καὶ γελᾶν ἔναγχος ἐπῄει, Χαρικλέους ἄλογα ζῷα καὶ τὴν Σκυθῶν ἐρημίαν ἐπαινοῦντος· ὀλίγου δὲ ὑπὸ τῆς ἄγαν φιλονεικίας καὶ μετενόει γενόμενος Ἕλλην. οὐδὲ γὰρ ὡς ἐναντία φθεγγόμενος οἷς ἐπεχείρει λέγειν, ὑπεσταλμένῳ τῷ τῆς φωνῆς τόνω τὸ ῥηθὲν ἔκλεπτεν, ἀλλ’ ἐπηρμένῃ φωνῇ λαρυγγίζων, Οὐκ ἐρῶσι, φησίν, ἀλλήλων λέοντες οὐδ’ ἄρκτοι καὶ σύες, ἀλλ’ αὐτῶν ἡ πρὸς τὸ θῆλυ μόνον ὁρμὴ κρατεῖ. καὶ τί θαυμαστόν; ἃ γὰρ ἐκ λογισμοῦ δικαίως ἄν τις ἕλοιτο, ταῦτα τοῖς μὴ δυναμένοις λογίζεσθαι δι’ ἀφροσύνην οὐκ ἔνεστιν ἔχειν. ἐπεί τοι Προμηθεὺς ἢ θεῶν τις ἄλλος εἰ νοῦν ἑκάστῳ συνέξευξεν ἀνθρώπινον, οὐκ ἂν ἐρημία καὶ βίος ὄρειος αὐτοὺς ἐποίμαινεν οὐδὲ ἀλλήλους τροφὴν εἶχον, ἐξ ἴσου δὲ ἡμῖν ἱερὰ δειμάμενοι καὶ μέσην ἑστίαν τῶν ἰδίων ἕκαστος οἰκῶν ὑπὸ τοῖς κοινοῖς ἐπολιτεύοντο νόμοις. τί δὴ παράδοξον, εἰ ζῷα τῆς φύσεως κατάκριτα μηδὲν ὧν λογισμοὶ παρέχονται, παρὰ τῆς προνοίας λαβεῖν ηὐτυχηκότα προσαφῄρηται, μετὰ τῶν ἄλλων καὶ τὰς ἄρρενας ἐπιθυμίας; οὐκ ἐρῶσι λέοντες. οὐδὲ γὰρ φιλοσοφοῦσιν· οὐκ ἐρῶσιν ἄρκτοι, τὸ γὰρ ἐκ φιλίας καλὸν οὐκ ἴσασιν. ἀνθρώποις δ᾽ ἡ μετ᾽ ἐπιστήμης φρόνησις ἐκ τοῦ πολλάκις πειρᾶσαι τὸ κάλλιστον ἑλομένη βεβαιοτάτους ἐρώτων ἐνόμισε τοὺς ἄρρενας.

---

Pseudo-Lucian, Ἔρωτες, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg002.local001/.
