# Ἔρωτες 6

Pseudo-Lucian, Ἔρωτες, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-lucian/text/6

Ἐπ᾿ Ἰταλίαν μοι πλεῖν διανοουμένῳ ταχυναυτοῦν σκάφος εὐτρέπιστο τούτων τῶν δικρότων, οἷς μάλιστα χρῆσθαι Λιβυρνοὶ δοκοῦσιν ἔθνος Ἰονίῳ κόλπῳ παρῳκισμένον. ὡς δ’ ἐνῆν, πάντας ἐπιχωρίους θεοὺς προσκυνήσας καὶ Δία ξένιον ἵλεω συνεφάψασθαι τὴς ἀποδήμου στρατείας ἐπικαλεσάμενος ἀπ᾿ ἄστεος ὀρικῷ ζεύγει κατῄειν ἐπὶ θάλατταν· εἶτα τοὺς παραπέμποντας με δεξιωσάμενος — ἠκολούθει δὲ παιδείας λιπαρὴς ὄχλος, οἳ συνεχὲς ἡμῖν ἐντυγχάνοντες ἀνιαρῶς διεξευγνυντο — πρύμνης τῆς ἐπιβὰς ἐγγὺς ἐμαυτὸν ἵδρυσα τοῦ κυβερνήτου. καὶ ῥοθίῳ τῷ τῶν ἐλατήρων μετὰ μικρὸν ἀπὸ τῆς γῆς ἀναχθέντες, ἐπειδὴ μάλα καὶ κατόπιν ἡμᾶς ἐποίμαινον αὖραι, τὸν ἱστὸν ἐκ τῶν μεσοκοίλων ἄραντες καρχησίῳ τὸ κέρας προσεστείλαμεν· εἶτ’ ἀθρόας κατὰ τῶν καλῶν τὰς ὀθόνας ἐκχέαντες ἠρέμα πιμπλαμένου τοὺ λίνου κατ’ οὐδὲν οἶμαι βέλους ἐλάττονι ῥοίζῳ διιπτάμεθα βαρὺ τοῦ κύματος ὑποβρυχωμένου περὶ τὴν σχίζουσαν αὐτὸ πρῷραν.

---

Pseudo-Lucian, Ἔρωτες, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0061.tlg002.local001/.
