# De Fluviis 1-13-2

Pseudo-Plutarch, De Fluviis, 1 to 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-plutarch/de-fluviis/1-13

1. Σκάμανδρος ποταμός ἐστι τῆς Τρωάδος. Ἐκαλεῖτο δὲ πρότερον Ξάνθος, μετωνομάσθη δὲ διʼ αἰτίαν τοιαύτην. Σκάμανδρος, Κορύβαντος καὶ Δημοδίκης παῖς, τῶν τῆς Ῥέας μυστηρίων τελουμένων αἰφνιδίως θεασάμενος, ἐμμανὴς ἐγένετο καὶ μεθʼ ὁρμῆς ἐπὶ Ξάνθον τὸν ποταμὸν ἐνεχθεὶς, ἑαυτὸν εἰς τοῦτον ἔβαλεν, ὃς ἀπʼ αὐτοῦ Σκάμανδρος μετωνομάσθη. 2. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη σεῖστρος καλουμένη, παραπλήσιος ἐρεβίνθῳ, κόκκους δὲ ἔχει σειομένους, ὅθεν τὴν προσηγορίαν ἔλαβεν· ταύτην οἱ κατέχοντες οὔτε φαντασίαν οὔτε θεὸν ὀφθέντα φοβοῦνται, καθὼς ἱστορεῖ Δημόστρατος ἐν β΄ περὶ Πσταμῶν.

---

Pseudo-Plutarch, De Fluviis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0094.tlg001.local001/.
