# De Fluviis 1-18

Pseudo-Plutarch, De Fluviis, XVIII. ΙΝΑΧΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-plutarch/de-fluviis/1-18

1. Ἴναχος ποταμός ἐστι τῆς Ἀργείας χώρας ἐκαλεῖτο δὲ τὸ πρότερον Καρμάνωρ. Ἁλιάκμων δὲ τῷ γένει Τιρύνθιος ἐν τῷ Κοκκυγίῳ ποιμαίνων ὄρει καὶ κατʼ ἄγνοιαν τῇ Ἥρᾳ συγγινόμενον τὸν Δία θεασάμενος ἐμμανὴς ἐγένετο καὶ μεθʼ ὁρμῆς ἐνεχθεὶς ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Καρμάνορα, ὃς ἀπʼ αὐτοῦ Ἁλιάκμων μετωνομάσθηγ· προσηγορεύθη δὲ Ἴναχος διʼ αἰτίαν τοιαύτην. Ἴναχος, Ὠκεανοῦ παῖς, φθαρείσης τῆς θυγατρὸς αὐτοῦ Ἰοῦς ὑπὸ Διὸς, τὸν θεὸν βλασφήμοις λοιδορίαις ἐπέπληττεν κατόπιν ἇκολουθῶν· ὁ δὲ ἀναξιοπαθήσας ἔπεμψεν αὐτῷ Τισιφόνην, μίαν τῶν Ἐρινύων· ὑφʼ ἧς ἐξοιστρηλατούμενος ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Ἁλιάκμονα, ὃς ἀπʼ αὐτοῦ Ἴναχος μετωνομάσθη.

---

Pseudo-Plutarch, De Fluviis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0094.tlg001.local001/.
