# De Fluviis 1-2

Pseudo-Plutarch, De Fluviis, II. ΙΣΜΗΝΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-plutarch/de-fluviis/1-2

1. Ἰσμηνὸς ποταμός ἐστι τῆς Βοιωτίας κατὰ πόλιν Θήβας· ἐκαλεῖτο δὲ τὸ πρότερον Κάδμου ποῦς ἀπʼ αἰτίας τοιαύτης· Κάδμος τὸν κρηνοφύλακα δράκοντα τοξεύσας καὶ εὑρὼν ὥσπερ πεφαρμακευμένον φόνῳ τὸ ὕδωρ, περιήρχετο τὴν χώραν ζητῶν πηγήν· γενόμενος δὲ κατὰ τὸ Κωρύκιον ἄντρον κατὰ πρόνοιαν Ἀθηνᾶ, τὸν δεξιὸν πόδα βαθύτερον εἰς πηλὸν ἤρεισεν· ποταμοῦ δʼ ἀναδοθέντος ἐκ τοῦ τόπου, ὁ ἥρως βουθυτήσας Κάδμου πόδα προσηγόρευσεν αὐτόν. Μετὰ δέ τινα χρόνον Ἰσμηνὸς, Ἀμφίονος καὶ Νιόβης παῖς, ὑπὸ Ἀπόλλωνος τοξευθεὶς καὶ ἀλγηδόνι συνεχόμενος, ἑαυτὸν ἔβαλεν εἰς τὸν προειρημένον ποταμὸν, ὅς ἀπ᾿ αὐτοῦ Ἰσμηνὸς ὠνομάσθη, καθὼς ἱστορεῖ Σώστρατος ἐν β´ περὶ Ποταμῶν.

---

Pseudo-Plutarch, De Fluviis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0094.tlg001.local001/.
