# De Fluviis 1-3

Pseudo-Plutarch, De Fluviis, ΙΙΙ. ΕΒΡΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-plutarch/de-fluviis/1-3

1. Ἕβρος ποταμός ἐστι τῆς Θρᾴκης. προσηγορίαν εἰληφὼς ἀπὸ τῆς συστροφῆς τῆς καταφορᾶς τοῦ ὕδατος. Κάσανδρος δὲ, ὁ βασιλεὺς τῶν τόπων, γήμας Κροτονίκην ἐγέννησεν ἐξ αὐτῆς υἱὸν Ἕβρον· ἀποταξάμενος δὲ τῇ συμβιώσει τῆς προτέρας γυναικὸς ἐπέγημε τῷ τέκνῳ Δαμασίππην τὴν Ἄτρακος· ἥτις εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ προγόνου λόγους αὐτῷ περὶ συνόδων ἐπέστειλεν. Ὁ δʼ ὡς Ἐρινὺν φυγὼν τὴν μητρυιὰν προσηυκαίρει κυνηγίαις. Ἀποτυχοῦσα δὲ τῆς προαιρέσεως ἡ ἀσελγὴς κατεψεύσατο τοῦ σώφρονος, ὡς βιάσασθαι αὐτὴν θελήσαντος. Κάσανδρος δὲ τῷ ζήλῳ συμπεριενεχθεὶς μεθʼ ὁρμῆς ἐπὶ τὴν ὕλην ἠνέχθη καὶ σπασάμενος τὸ ξίφος ἐδίωκε τὰν υἱὸν, ὡς ἐπίβουλον τῶν πατρῴων γάμων. Ὁ δὲ νἱὸς περικατάληπτος γενόμενος ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Ῥόμβον, ὃς ἀπ’ αὐτοῦ Ἕβρος μετωνομάσθη, καθὼς ἱστορεῖ Τιμόθεος ἐν ια΄ περὶ Ποταμῶν.

---

Pseudo-Plutarch, De Fluviis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0094.tlg001.local001/.
