# De Fluviis 2-13-4

Pseudo-Plutarch, De Fluviis, 2 to 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-plutarch/de-fluviis/2-13

2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος περικεφαλαίᾳ παρόμοιος, θρασύδειλος προσαγορευόμενος· ἅμα γὰρ σάλπιγγος ἀκούειν ἐπὶ τὴν ὄχθαν προχωρεῖ· τῶν δʼ Ἀθηναίων ὀνομασθέντων, (καὶ) εἰς τὸν βυθὸν ἅλλεται. Κεῖνται δὲ πολλοὶ καθιερωθέντες ἐν τῷ ναῷ τῆς Χαλκιοίκου Ἀθηνᾶς, καθὼς ἱστορεῖ Νικάνωρ ὁ Σάμιος ἐν β´ περὶ Ποταμῶν. 3. Παράκειται δ᾿ αὐτῷ ὄρος Ταΰγετον προσονομαζόμενον, τὴν προσηγορίαν εἰληφὸς ἀπὸ Ταϋγέτης νύμφης, ἣν ὁ Ζεὺς βιασάμενος ἔφθειρεν· ἡ δὲ λύπῃ συσχεθεῖσα βρόχῳ τὸν βίον περιέγραψεν ἐν ἀκρωρείαις ὄροῦς Ἀμυκλαίου, ὅπερ ἀπʼ αὐτῆς Ταΰγετον προσωνομάσθη. 4. Γεννᾶται δ᾿ ἐν αὐτῷ βοτάνη, καλουμένη χαρισία, ἢν γυναῖκες ἔαρος ἀρχομένου τοῖς τραχήλοις περιάπτουσι καὶ ὑπὸ τῶν ἀνδρῶν συμπαθέστερον ἀγαπῶνται, καθὼς ἱστορεῖ Κλεάνθης ἐν α΄ περὶ Ὀρῶν. Μέμνηται δὲ τούτων ἀκριβέστερον Σωσθένης ὁ Κνίδιος, παῤ οὗ τὴν ὑπόθεσιν εἶληφεν Ἑρμογένης.

---

Pseudo-Plutarch, De Fluviis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0094.tlg001.local001/.
