# De Fluviis 2-15-4

Pseudo-Plutarch, De Fluviis, 2 to 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-plutarch/de-fluviis/2-15

2. Γεννᾶται δʼ ἐν τῷ ποταμῷ τούτῳ βοτάνη κεγχρῖτις προσαγορευρμένη, μελικήρῳ παρόμοιος· ἣν οἱ ἰατροὶ καθέψοντες πιεῖν διδόασι τοῖς ἀπηλλοτριωμένας ἔχουσι τὰς φρένας καὶ ἀπαλλάττουσιν αὐτοὺς τῆς μανίας, καθὼς ἱστορεῖ Κτησίας ἐν α΄ περὶ Ποταμῶν. 3. Παράκειται δὲ ὄρος καλούμενον ἀπὸ αἰτία τοιαύτης. Μετὰ τὴν γιγαντομαχίαν Κρόνος τὰς Διὸς ἀπειλὰς ἐκκλίνων εἰς ὄρος παρεγένετο Κτοῦρον, ὃ ἀπʼ αὐτοῦ Κρόνιον μετωνόμασε· λαθὼν δὲ πρὸς ὀλίγον καιρὸν καὶ ἀφορμῆς δραξάμενος διῆρεν εἰς Καύκασον τῆς Σκυθίας. 4. Γεννᾶται δʼ ἐν τῷ ὄρει τούτῳ κύλινδρος καλούμενος λίθος ἀπὸ τοῦ συγκυρήματος· ὁσάκις γὰρ ἂν ἀστράψῃ Ζεὺς ἢ βροντήσῃ, τοσαυτάκις ἀπὸ τῆς ἀκρωρείας διὰ φόβον κυλίεται, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν α΄ περὶ Λίθων.

---

Pseudo-Plutarch, De Fluviis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0094.tlg001.local001/.
