# De Fluviis 2-20-4

Pseudo-Plutarch, De Fluviis, 2 to 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-plutarch/de-fluviis/2-20

2. Γεννᾶται δ᾿ ἐν αὐτῷ λίθος μυνδὰν καλούμενος, πάνυ λευκός· ὃν ἐὰν κατέχῃ τις, οὐδὲν ὑπὸ θηρίων ἀδικεῖται, καθὼς ἱστορεῖ Λέων ὁ Βυζάντιος ἐν γ´ περὶ Ποταμῶν. 3. Παράκειται δὲ αὐτῷ ὄρος Γαύρανον καλούμενον ἐπὸ Γαυράνου τοῦ Ῥωξένου σατράπου· ὃς εὐσεβὴς ὢν πρὸς τοὺς θεοὺς, τῆς ἀμοιβαίας ἔτυχε χάριτος. Μόνος ἐκ πάντων τῶν Περσῶν τριακοσίοις ἔτεσι ζήσας καὶ ἄτερ νόσου τινὸς τελευτήσας, ἐν ταῖς ἀκρωρείαις τοῦ Μαυσωροῦ ταφῆς ἠξιώθη πολυτελοῦς· κατὰ δὲ πρόνοιαν θεῶν τὸ ὄρος ἀπ᾿ αὐτοῦ Γαύρανον μετωνομάσθη. 4. Γεννᾶται δ᾿ ἐν αὐτῷ βοτάνη κριθῇ παρόμοιος ἀγρίᾳ· ταύτην οἱ ἐγχώριοι θερμαίνοντες ἐν ἐλαίῳ καὶ ἀλειφόμενοι οὐδέποτε νοσοῦσι μέχρι τῆς ἀνάγκης τοῦ θανάτου, καθὼς ἱστορεῖ Σώστρατος ἐν α´ Μυθκῶν ἱστοριῶν συναγωγῆς.

---

Pseudo-Plutarch, De Fluviis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0094.tlg001.local001/.
