# De Fluviis 25

Pseudo-Plutarch, De Fluviis, XXIV. ΤΙΓΡΙΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-plutarch/de-fluviis/25

1. Τίγρις ποταμός ἐστι τῆς Ἀρμενίας, τὸν ῥοῦν καταφέρων εἴς τε τὸν Ἀράξην καὶ τὴν Ἀρσακίδα λίμνην· ἐκαλεῖτο δὲ τὸ πρότερον Σόλλαξ, ὅπερ μεθερμηνευόμενόν ἐστι κατωφερής· ὠνομάσθη δὲ Τίγρις διʼ αἰτίαν τοιαύτην. Διόνυσος κατὰ πρόνοιαν Ἥρας ἐμμανὴς γενόμενος, περιήρχετο γῆν τε καὶ θάλατταν, ἀπαλλαγῆναι τοῦ πάθους θέλων· γενόμενος δὲ ἐν τοῖς κατ᾿ Ἀρμενίαν τόποις καὶ τὸν προειρημένον ποταμὸν διελθεῖν μὴ δυνάμενος, ἐπεκαλέσατο τὸν Δία· γενόμενος δὲ ἐπήκοος ὁ θεὸς, ἔπεμψεν αὐτῷ τίγριν, ἐφʼ ἧς ἀκινδύνως προσενεχθεὶς, εἰς τιμὴν τῶν συμβεβηκότων τὸν ποταμὸν Τίγριν μετωνόμασεν, καθὼς ἱστορεῖ Θεόφιλος ἐν α´ περὶ Λίθων. Ἑρμησιέναξ δὲ ὁ Κύπριος ἱστορίας μέμνηται τοιαύτης. Διόνυσος ἐρασθεὶς Ἀλφεσιβοίας νύμφης καὶ μήτε δώροις μήτε δεήσεσι πεῖσαι δυνάμενος, εἰς (τὴν προειρημένην) τίγριν μετέβαλε τὴν μορφὴν τοῦ σώματος· καὶ φόβῳ πείσας τὴν ἀγαπωμένην, ἀνέλαβεν αὐτήν· καὶ διὰ τοῦ ποταμοῦ κομίσας ἐγέννησεν υἱὸν Μῆδον· ὃς ἀκμ άσας εἰς τιμὴν τοῦ συγκυρήματος τὸν ποταμὸν Τίγριν μετωνόμασεν, καθὼς ἱστορεῖ Ἀριστώνυμος ἐν γ´ .

---

Pseudo-Plutarch, De Fluviis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0094.tlg001.local001/.
